Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
hígado de cabra | hêpar aigós ἧπαρ αἰγός |
Capra hircus |
2.45 |
ροδ (174)
περὶ ἥπατος αἰγὸς· τοῦ δὲ ἥπατος τῆς αἰγὸς ὀπτωμένου ὁ ἀπορρέων ἰχὼρ ἐγχριό-
μενος νυκτάλωψιν ἁρμόζει· κἂν τὴν ἀτμίδα δέ τις ἑψομένου αὐτοῦ δέχηται ἀνεῳγόσι
τοῖς ὀφθαλμοῖς, ὠφελεῖται· ἁρμόζει δὲ καὶ ἐσθιόμενον ὀπτὸν πρὸς τὰ αὐτά. φασὶ δὲ
καὶ ἐπιλημπτικοὺς ἐλέγχεσθαι φαγόντας μάλιστα τὸ τράγειον ἧπαρ.