Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
gallocresta | hórminon ὅρμινον |
Salvia horminum L., Salvia viridis (Fraas) |
3.129 |
fol. fol.
υμε (445)
Texto provisional
<περὶ ὁρμίνου·>
ὅρμινον· [Ῥωμαῖοι γεμινάλις, Δάκοι ὅρμεα.] πόα ἐστὶν ἐμφερὴς πρασίῳ τοῖς
φύλλοις, καυλὸς δὲ τετράγωνος, ἡμιπηχυαῖος, περὶ ὃν ἐξοχαὶ ὅμοιαι λοβοῖς, ὡς ἐπὶ τὴν
ῥίζαν νενευκυῖαι, ἐν αἷς σπέρμα διάφορον· ἐπὶ μὲν γὰρ τοῦ ἀγρίου στρογγύλον εὑρίσκεται
<καὶ> φαιόν, ἐπὶ δὲ τοῦ ἑτέρου ἐπίμηκες καὶ μέλαν, οὗπερ καὶ ἡ χρῆσις. δοκεῖ δὲ καὶ τοῦτο σὺν οἴνῳ
fol. fol.
πινόμενον συνουσίαν παρορμᾶν. ἀποκαθαίρει δὲ σὺν μέλιτι ἄργεμα, λευκώματα, κατα-πλασθὲν δὲ μεθ᾽ ὕδατος οἰδήματα διαφορεῖ καὶ σκόλοπας ἐπισπᾶται· καὶ ἡ πόα δὲ καταπλασθεῖσα τὰ αὐτὰ ποιεῖ. τὸ δὲ ἄγριον ἰσχυροτέραν ἔχει δύναμιν, ὅθεν μείγνυται καὶ συγχρίσμασι, μάλιστα δὲ τῷ γλευκίνῳ.