Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
erizo marino | ekhînos thalássios ἐχῖνος θαλάσσιος |
Echinus, Strongylocentrotus |
2.1 |
ρλ (130)
πεδακίου διοσκορίδου ἀναζαρβέως περὶ ὕλης ἰατρικῆς, λόγος δεύτερος
ἐν τῷ πρὸ τούτου βιβλίῳ, φίλτατε ἄρειε, ὄντι πρώτῳ τῶν περὶ ὕλης [1] ἡμῖν συντεταγμένων, παρε-
δώκαμεν τὴν [2] περὶ ἀρωμάτων καὶ ἐλαίου καὶ μύρων καὶ δένδρων καὶ τῶν γεννωμένων ἐξ αὐ-
τῶν ὀπῶν τε καὶ δακρύων καὶ καρπῶν λόγον, ἐν δὲ τούτῳ δευτέρῳ ὄντι ἐπελευσόμεθα περί τι-
νων [3] ζῴων καὶ μέλιτος καὶ γάλακτος καὶ στέατος καὶ τῶν λεγομένων σιτηρίων, ἔτι δὲ λαχάνων,
ὑποτάξαντες αὐτοῖς ὅσα δριμείᾳ τῶν βοτανικῶν κέχρηται δυνάμει διὰ τὸ συγγένειαν ἔχειν
αὐτά, ὥσπερ τὰ σκόρδα καὶ τὰ κρόμυα καὶ νᾶπυ, ἵνα μὴ διαζευχθῇ τῶν ὁμογενῶν ἡ δύναμις.
περὶ ἐχίνου θαλάσσίου· ἐχῖνος θαλάττιος [4] εὐστόμαχος, εὐκοίλιος, οὐρητικός, οὗ τὸ ὄστρακον ὠμὸν
μίγνυται χρησίμως τοῖς πρὸς τὰς ψώρας ἁρμόζουσι σμήγμασι, κεκαυμένον δὲ
καθαίρει τὰ ῥυπαρὰ ἕλκη καὶ καταστέλλει τὰ ὑπερσαρκοῦντα.