Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
aspálato | aspálathos ἀσπάλαθος |
Alhagi maurorum L. |
1.20 |
κ (20)
περὶ ἀσπαλάθου· ἀσπάλαθος, οἱ δὲ ἐρυσίσκηπτρον, οἱ δὲ σφάγνον, [οἱ δὲ
φάσγανον] σύροι δὲ διάξυλον καλοῦσι. θάμνος ἐστὶ ξυλώδης, ἀκάνθας πολλὰς
κεκτημένος [1], γεννώμενος [ἐν ἴστρῳ,] ἐν Νισύρῳ καὶ συρίᾳ καὶ <τῇ> ῥόδῳ [2], ᾧ χρῶνται οἱ μυρε-
ψοὶ εἰς τὰς τῶν μύρων στύψεις. ἔστι δὲ καλὸς ὁ βαρὺς καὶ μετὰ τὸ περιφλοισθῆναι ὑπέρυ-
θρος ἢ πορφυρίζων, πυκνός, εὐώδης, πικρίζων ἐν τῇ γεύσει. ἔστι δέ τι καὶ ἕτερον εἶ-
δος αὐτοῦ, λευκόν, ξυλῶδες, ἄνοσμον, ὃ δὴ καὶ χεῖρον καθέστηκε. {2} δύναμιν δὲ ἔχει
θερμαντικὴν μετὰ στύψεως, ὅθεν πρός τε τὰς ἄφθας ἑψηθεὶς μετ᾽ οἴνου καὶ διακλυζό-
μενος ἁρμόζει καὶ πρὸς τὰς ἐν αἰδοίοις καὶ νομὰς καὶ ἀκαθαρσίας ἐγκλυζόμενος, [3]
ἔμβρυά τε κατασπᾷ μ<ε>ιγνύμενος πεσσῷ. τὸ δὲ ἀφέψημα αὐτοῦ κοιλίαν ἵστησι καὶ
αἵματος ἀναγωγὴν ποθὲν δυσουρίαν τε καὶ ἐμπνευμάτωσιν λύει.