Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
cardenillo vermicular | skōlex iós σκώληξ ἰός |
- | 5.79.6 |
ψμζ (747)
Texto provisional
τοῦ δὲ λεγομένου σκώληκος ἰοῦ δισσὸν εἶδος ὑπάρχει· ὁ μὲν γὰρ ὀρυκτός ἐστιν, ὁ δὲ σκευάζεται οὕτως· εἰς θυίαν Κυπρίου χαλκοῦ, ἔχουσαν δὲ καὶ δοίδυκα ἀπὸ τῆς αὐτῆς πε- ποιημένον ὕλης, ἐγχέας ὄξους λευκοῦ καὶ δριμέος κοτύλης ἥμισυ τρῖβε, ἕως οὗ γλοιωθῇ, εἶτα ἔμβαλε στυπτηρίας στρογγύλης 101 δ καὶ ἁλὸς ὀρυκτοῦ διαφανοῦς ἢ θαλασσίου ὡς ὅτι λευκοτάτου καὶ στερεοῦ, εἰ δὲ μή γε, νίτρου τὸ ἴσον· εἶτα λέαινε ἐν ἡλίῳ <ἐν> τοῖς ὑπὸ κύνα καύμασιν, ἕως τῇ μὲν χρόᾳ ἰώδης, τῇ δὲ συστάσει ῥυσώδης γένηται, καὶ οὕτως ἀναπλάσας σκώληκας τοῖς Ῥοδιακοῖς ὁμοίους ἀποτίθεσο. {7} ἐνεργὴς δὲ καὶ εὔχρους γίνεται ἄγαν, ἐὰν ὄξους μὲν λάβῃ μέρος ἕν, οὔρου δὲ παιδίου μέρη δύο, τὰ δ᾽ ἄλλα ὡς προείρηται. τινὲς δὲ ἀποτετευγμένῳ <τῷ> ξυστῷ κόμι μείξαντες ἀναπλάσσουσι <καὶ πωλοῦσιν>, ὃν παραιτητέον ὡς φαῦλον. ἔστι δέ τις καὶ ὑπὸ τῶν χρυσοχόων γινόμενος ἰὸς διὰ θυίας καὶ δοίδυκος Κυπρίου χαλκοῦ, ἔτι δὲ οὔρου παιδίου, ᾧ τὸ χρυσίον κολλῶσιν. {8} ἀναλογοῦσι δὲ κοινῶς οἱ προειρημένοι ἰοὶ κεκαυμένῳ χαλκῷ, μᾶλλον δὲ ἐρρωμένοι περὶ τὴν ἐνέργειαν. ἰστέον δὲ ὅτι προέχει μὲν αὐτῶν ὁ ὀρυκτὸς σκώληξ· ἐχόμενος δ᾽ ἐστὶν ὁ ξυστός, εἶτα ὁ σκευαστός· δηκτικώτερος μέντοι καὶ μᾶλλον στύφων οὗτος ὑπάρχει, ὁ δὲ τῶν χρυσοχόων ἀνάλογος τῷ ξυστῷ. {9} δύναται δὲ πᾶς ἰὸς στύφειν, θερμαίνειν, ἀποσμᾶν τὰς ἐν ὀφθαλμοῖς οὐλὰς καὶ λεπτύνειν, δάκρυον ἄγειν, νομὰς ἴσχειν, τραύματα ἀφλέγμαντα τηρεῖν, <τὰ παλαιὰ> ἀπουλοῦν ἕλκη σὺν ἐλαίῳ καὶ κηρῷ. σὺν μέλιτι δὲ ἑψηθέντες τύλους καὶ τὰ ῥυπαρὰ τῶν ἑλκῶν ἀνακαθαίρουσιν. {10} ἀμμωνιακῷ δὲ ἀναλημφθέντες εἰς κολλούρια σύριγγας καὶ τύλους ἐκτήκουσι, χρήσιμοι δὲ καὶ πρὸς ἐπουλίδας καὶ τὰς τῶν οὔλων ἐξοχάς. ἱκανῶς δὲ καὶ βλέφαρα λεπτύνουσι σὺν μέλιτι ἐγχριόμενοι· δεῖ δὲ πυριᾶν μετὰ τὴν ἔγχρισιν σπόγγῳ ἐξ ὕδατος θερμοῦ· ἀναλημφθέντες δὲ ῥητίνῃ τερεβινθίνῃ σὺν χαλκάνθῳ ἢ νίτρῳ λέπρας ἐξάγουσι. {11} καυστέον δὲ ὃν ἂν θέλῃς ἰὸν οὕτως· θλάσας αὐτὸν εἰς ὁλοσχερέστερα μέρη καὶ τηγάνῳ κεραμεῷ ἐπιθεὶς ἀπέρεισαι ἐπ᾽ ἀνθράκων διαπύρων, κίνει τε, ἕως ἂν μεταβάλῃ καὶ ὑποσποδίσῃ τῇ χρόᾳ· λοιπὸν δὲ ψύξας ἀποτίθεσο καὶ χρῶ. τινὲς δὲ ἐν ὠμῇ χύτρᾳ αὐτὸν καίουσιν ὡς προείρηται, οὐκ εἰς τὸ αὐτὸ δὲ πάντοτε καιόμενος μεταβάλλει χρῶμα.