Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
ciruelo | kokkymēléa κοκκυμηλέα |
Prunus domestica L. |
1.121 |
ρκα (121)
περὶ κοκκυμήλων· κοκκυμηλαία [1]
δένδρον ἐστὶ γνώριμον, οὗ ὁ καρπὸς ἐδώδιμος, κακοστόμαχος, κοιλίας μαλακτικός· τῶν δὲ
συριακῶν καὶ μάλιστα τῶν ἐν δαμασκῷ γεννωμένων ὁ καρπὸς ξηρανθεὶς εὐστόμαχος καὶ κοι-
λίας σταλτικός. τὸ δὲ ἀφέψημα τῶν φύλλων ἐν οἴνῳ σκευαζόμενον καὶ ἀναγαργαριζόμενον
κιονίδα καὶ οὖλα καὶ παρίσθμια ῥευματιζόμενα στέλλει. τὰ αὐτὰ δὲ παρέχει καὶ ὁ τῶν ἀγρίων
κοκκυμήλων [2] καρπὸς πέπυρος [3] ξηρανθείς, ἑψηθεὶς δὲ μετὰ ἑψήματος εὐστομαχώτερος
καὶ σταλτικώτερος κοιλίας γίνεται. τὸ δὲ κόμμι τῆς κοκκυμηλέας ἐστὶ κολλητικόν, λίθων θρυ-
πτικὸν πινόμενον σὺν οἴνῳ, σὺν ὄξει δὲ ἐπιχριόμενον λειχῆνας τὰς [4] ἐπὶ παιδίων θερα-
πεύει.