Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
esparraguera | aspáragos petraîos ἀσπάραγος πετρᾶιος |
Asparagus officinalis L. |
2.125 |
σνδ (254)
Texto provisional
ἀσπάραγος πετραῖος ἢ μυάκανθος, οἱ δὲ ὅρμινον καλοῦσιν, οὗ τὸ καυλίον ἑψηθὲν καὶ βρωθὲν κοιλίαν μαλάσσει καὶ οὖρα κινεῖ. τῶν δὲ ῥιζῶν τὸ ἀφέψημα πινόμενον βοηθεῖ δυσουροῦσιν, ἰκτερικοῖς, ἰσχιαδικοῖς, φαλαγγιοδήκτοις δὲ μετ᾽ οἴνου ἀφηψημένον, καὶ ὀδονταλγοῦσι δὲ κρατουμένου τοῦ ἀφεψήματος ἐπὶ τῷ πονοῦντι ὀδόντι. ποιεῖ δὲ πρὸς τὰ αὐτὰ καὶ τὸ σπέρμα πινόμενον. φασὶ δὲ καὶ τοὺς κύνας πιόντας τὸ ἀφέψημα αὐτοῦ θνῄσκειν. ἔνιοι δὲ ἱστορήκασιν ὅτι, ἐάν τις κριοῦ κέρατα συγκόψας κατορύξῃ, φύεται ἀσπάραγος.
[ἐμοὶ δὲ ἀπίθανον. ὁ μέντοι ἀσπάραγος οὗτος θάμνος ἐστὶ πολύκλαδος, φύλλα ἔχων πολλά, μακρά, ὅμοια μαράθρῳ· ῥίζα στρογγύλη, μεγάλη, ἔχουσα κόνδυλον, οὗτινος τὸ καύλιον λειούμενον μετ᾿ οἴνου παύει στρέμματα, ἑφθὴ δὲ μετὰ σύκων καὶ ἐρεβίνθων λαμβανομένη ἰᾶται ἴκτερον καὶ παύει ἰσχιάδα καὶ στραγγουρίαν. περιαπτομένη δὲ καὶ τὸ ἀπόζεμα αὐτῆς πινόμενον ποιεῖ ἀτόκιον καὶ ἄγονον.]