Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
tierra de Melos | mēlía gê μηλία γῆ |
- | 5.159 |
ωλα (831)
Texto provisional
ἡ δὲ Μηλία τὴν μὲν χρόαν καὶ αὐτή ἐστιν ἐμφερὴς Ἐρετριάδι γῇ τῇ σποδοειδεῖ, ἔντραχυς δὲ καὶ παρατριβομένη τοῖς δακτύλοις ὡσεὶ ψιθυρισμόν τινα ἀποτελεῖ ὅμοιον ψωχομένῃ κισήρει· τῇ δὲ δυνάμει στυπτηριώδης ἐστίν, ἀνειμένως δὲ μᾶλλον, ὃ δὴ καὶ διὰ τῆς γεύσεως ἐμφαίνει· ἀναξηραίνει δὲ καὶ τὴν γλῶσσαν πραέως. {2} δύναται δὲ καθαρὸν καὶ εὔχρουν ἀποτελεῖν τὸ σῶμα, λεπ- τύνειν τε τὰς τρίχας, καὶ ἀλφοὺς καὶ λέπρας σμήχειν. χρησίμη δὲ καὶ ζωγράφοις εἰς πλείονα παραμονὴν χρωμάτων, καὶ χλωραῖς δυνάμεσι συνεργεῖ. καὶ ταύτης δὲ καὶ κοινῶς ἁπάσης γῆς τὴν ἄλιθον ἐκλεκτέον καὶ πρόσφατον, μαλακήν τε καὶ εὐθρυβῆ καὶ εὔλυτον, ὅταν ὑγροῦ θίγῃ.