Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
lengua de oveja | klýmenon κλύμενον |
Scorpiurus vermiculatus L. |
4.13 |
fol. fol.
υπε (485)
Texto provisional
<περὶ κλυμένου·> κλύμενον· [οἱ δὲ καλυ-
κάνθεμον, οἱ δὲ περικλύμενον, οἱ δὲ ἡλιοφυές, οἱ δὲ ἡπατῖτις, οἱ δὲ μῖλαξ, οἱ δὲ
ἀνατολικόν, οἱ δὲ δυτικόν, οἱ δὲ ἀμερσίνη, Ῥωμαῖοι οὐόλουκρουμ, οἱ δὲ οὐόλουκρουμ
μάϊους, Αἰγύπτιοι ὀξιουί. κλύμενον· οἱ δὲ κλυμένιον, ὃ καὶ ἄγονον καλοῦσι.] καυλὸν ἀνίησι τετρά-
γωνον, ὅμοιον τῷ τοῦ κυάμου, φύλλα δὲ πρὸς τὰ τοῦ ἀρνογλώσσου, θυλάκια δὲ ἐπὶ τοῦ καυλοῦ εἰς ἄλληλα νεύοντα,
ἐοικότα ἴριδι καὶ πολύποδος πλεκτάναις· ἄριστον δὲ τὸ ὀρεινόν. χυλίζεται δὲ ὅλον σὺν τῇ ῥίζῃ.
ποιεῖ δὲ ὁ χυλὸς πρὸς αἵματος ἀναγωγὰς πινόμενος καὶ κοιλιακοὺς καὶ ῥοῦν ἐρυθρόν, στύφων καὶ ψύχων · ἐ-
fol. fol.
πέχει δὲ καὶ τὰς ἐκ μυκτήρων αἱμορραγίας. τὰ δὲ θυλάκια λεῖα τοῖς νεοτρώτοις ἐπιτιθέμενα μέχρι ἀπουλώσεως ἐνεργεῖ.