Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
aceite de oliva | élaion ἔλαιον |
Olea europaea L |
1.30 |
fol. fol.
λ (30)
περὶ ἑλαίου· ἔλαιον πρὸς τὴν ἐν ὑγιείᾳ χρῆσιν ἄριστον τὸ ὠμο-
τριβές, ὃ καὶ ὀμφάκινον καλεῖται [1]. <καὶ> τούτου διαφέρει τὸ νέον, ἄδηκτον, εὐῶδες· χρή-
σιμον δὲ τὸ τοιοῦτον καὶ εἰς τὴν τῶν μύρων κατασκευήν. ἔστι δὲ καὶ εὐστόμαχον διὰ τὸ στύ-
φειν καὶ οὔλων σταλτικὸν καὶ ὀδόντων <δια>κρατυντικὸν κρατούμενον ἐν τῷ στόματι
[καὶ] ἱδρώτων <τε> ἐφεκτικόν. τὸ δὲ παλαιότερον [2] καὶ λιπαρώτερον εἰς τὴν τῶν <χαλαστικῶν> φαρμάκων
χρῆσιν εὔθετον. κοινῶς δὲ πᾶν ἔλαιον θερμαντικόν ἐστι καὶ μαλακτικὸν τῆς γαστρός [3],
fol. fol.
δυσπερίψυκτον [4] φυλάσσον τὸ σῶμα ἑτοιμότερον [5] πρὸς τὰς ἐνεργείας ποιοῦν. {2} ἔστι δὲ
καὶ εὐκοίλιον καὶ μαλακτικὸν ἀμβλῦνόν τε τὰς τῶν ἑλκούντων φαρμάκων δυνάμεις
[ἐν τῇ μίξει]· δίδοται δὲ καὶ πρὸς τὰ θανάσιμα συνεχῶς πινόμενον καὶ ἐξεμούμενον. κα-
θαίρει δὲ ὅσον κοτύλη σὺν πτισάνης ἴσῳ χυλῷ ποθὲν ἢ ὕδατι, στροφουμένοις τε ἐν ποτῷ
ὠφελίμως δίδοται μετὰ πηγάνου ἑψηθὲν θερμὸν κυ<άθων> Ϛ' πλῆθος ἕλμινθας [6] τε ἐκ-
βάλλει [καὶ] ἐνίεταί δὲ [7] τὸ αὐτὸ μάλιστα πρὸς τοὺς εἰλεώδεις. τὸ δὲ παλαιὸν θερμαντικὸν [8]
καὶ διαφορητικώτερον, πρὸς ὀξυδερκίαν τε ὑπάλειμμα. μικτέον [9] δὲ εἰ μὴ παρείη
τὸ παλαιὸν ἔλαιον οὕτως· κατεράσας εἰς ἀγγεῖον τοῦ παρόντος τὸ κρεῖσσον ἕψε, ἕως οὗ σχῇ
μέλιτος πάχος, καὶ χρῶ· τὴν γὰρ αὐτὴν τῷ προειρημένῳ εἰσφέρεται δύναμιν.