Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
hollín de incienso | aithálē libánou αἰθάλη λιβάνου |
Boswellia carterii Birdw. |
1.68.7 |
ξη (68)
περὶ αἰθάλης λιβάνου·
αἰθάλην δὲ λιβανωτοῦ ποίει οὕτω· λαβιδίῳ καθ᾽ ἕνα χόνδρον τοῦ λιβάνου ἅπτων πρὸς [1]
λύχνον [2] ἐπιτίθει εἰς κοῖλον λοπάδιον ὀστράκινον καινόν, εἶτα περικάλυψον χάλ-
κωμα ἔγκοιλον, τετρημένον κατὰ μέσον καὶ ἐσμηγμένον ἐπιμελῶς, ὑποθείς [3] <τε> κατὰ τὸ ἕ-
τερον αὐτοῦ χεῖλος [4] ἢ ἀμφότερα λιθάρια ὕψει τετραδακτυλιαῖα, πρὸς τὸ διαφαίνειν
εἰ καίεται καὶ ἵνα χώρα ᾖ ὑποτίθεσο [5] ἑτέρους χόνδρους εἶτα [6], πρό <τε> τοῦ τὸν πρῶτον
χόνδρον [ἀπο]σβεσθῆναι παντελῶς ἕτερον προσεπιτίθει [7], ἕως ἂν αὐτάρκη λιγνὺν
δόξῃς συναγηοχέναι. συνεχῶς μέντοι σπόγγῳ ἐξ ὕδατος ψυχροῦ περίμασσε τὰ ἐκτὸς μέρη
τοῦ χαλκώματος·οὕτω γὰρ προσκαθίζει πᾶσα λιγνὺς μὴ ἄγαν αὐτοῦ πυρουμένου,
ἐπεὶ ἀποπίπτουσα διὰ τὴν κουφότητα μίγνυται τῇ τοῦ λιβάνου σποδῷ. {8} ἀποψήσας οὖν
τὴν πρώτην λιγνὺν ποίει τὸ αὐτὸ ἐφ᾽ ὅσον ἂν δοκῇ, ἀναιροῦ δὲ καὶ τὴν ἐκ τοῦ <κατα>καέντος λι-
βάνου σποδὸν ἰδίᾳ. δύναμιν δὲ ἔχει πραυντικὴν τῶν ἐν ὀφθαλμοῖς φλεγμονῶν, σταλ-
τικὴν <τῶν> ῥευμάτων, ἀνακαθαρτικὴν ἑλκῶν, πληρωτικὴν κοιλωμάτων, σταλτικὴν
καρκινωμάτων.