Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
argamula | astēr attikós ἀστήρ ἀττικός |
Aster amellus L. |
4.119 |
φϟα (591)
Texto provisional
ἀστὴρ Ἀττικός, [οἱ δὲ ἀστερίσκος, οἱ δὲ ἀστέριον,] οἱ δὲ βουβώνιον, [οἱ δὲ ὑόφθαλμον, Ῥωμαῖοι ἰγγυνάλις, Δάκοι ῥαθιβίδα.] · ῥαβδίον ξυλῶδες, ἐπ᾽ ἄκρου ἔχον ἄνθος μήλινον ὥσπερ ἀνθεμίδος, κεφάλιον περισχιδές, ἔχει δὲ φυλλάρια ἀστέρι ὅμοια· τὰ δὲ περὶ τὸν καυλὸν φύλλα ὑπομήκη καὶ δασέα. [ὠφελεῖ δὲ στόμαχον πυρούμενον, ὀφθαλμῶν φλεγμονὰς καὶ τὰς ἄλλας προπτώσεις ἕδρας· φασὶ δὲ καὶ τὸ πορφυρίζον τοῦ ἄνθους μεθ᾽ ὕδατος ποθὲν συναγχικοῖς βοηθεῖν καὶ ἐπιλημψίαις παίδων.] ἁρμόζει δὲ καταπλασσόμενον ὑγρὸν πρὸς βουβώνων φλεγμονήν, ξηρὸν δὲ ἀναιρεθὲν τῇ ἀριστερᾷ χειρὶ ὑπὸ τοῦ ἀλγοῦντος καὶ περιαφθὲν τῷ βουβῶνι ἀπαλλάσσει τῆς ὀδύνης.