Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
tagarnina | skólymos σκόλυμος |
Scolymus maculatus L. |
3.14 |
τκθ (329)
Texto provisional
σκόλυμος· [οἱ δὲ φέρ<β>ουσα, οἱ δὲ πυράκανθα, Ῥωμαῖοι τρίβουλου<μ>, Αἰγύπτιοι κνούς.] φύλλα ἔχει μεταξὺ χαμαιλέοντος καὶ τῆς λευκῆς ἀκάνθης λεγομένης, μελάντερα δὲ καὶ παχύτερα·καυλὸν δὲ ἀνίησι μακρόν, περίπλεον φύλλων, ἐφ᾽ οὗ κεφαλὴ ἀκανθώδης· ῥίζα δὲ ὕπεστι μέλαινα, παχεῖα, ἧς καὶ ἡ δύναμις. ποιεῖ δὲ πρὸς τοὺς ἔχοντας τὰς μασχάλας καὶ τὸ λοιπὸν σῶμα δυσῶδες ἑψηθεῖσα ἐν οἴνῳ καὶ πινομένη· ἄγει δὲ οὖρα πολλὰ καὶ δυσώδη. ἡ δὲ πόα ἀρτιφυὴς οὖσα λαχανεύεται ἑφθὴ ὥσπερ ἀσπάραγος.