Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
cresta de gallo | xíphion ξίφιον |
Gladiolus segetum Ker-Gawler |
4.20 |
fol. fol.
υϟγ (493)
Texto provisional
<περὶ ξιφίου·>
ξιφίον· [οἱ δὲ ἀνακτόριον,] οἱ δὲ φασγάνιον, οἱ δὲ μαχαιρίωνα [οἱ δὲ Ἄρειον, Ῥωμαῖοι γλαδιώλουμ, οἱ δὲ γενα-
λέμ [1].] καλοῦσι διὰ τὸ τοῦ φύλλου σχῆμα· ἔοικε γὰρ ἴριδι, ἔλαττον ὂν καὶ στενότερον, [καὶ]
ἄποξυ ὡς μαχαίριον, ἰνῶδες· καυλὸν δὲ ἀνίησι πηχυαῖον, ἐφ᾽ οὗ ἄνθη πορφυρᾶ, στοιχηδὸν
ἀπ᾽ ἀλλήλων διεστῶτα, καρπὸν δὲ στρογγύλον, ῥίζας δύο, τὴν μίαν τῆς ἑτέρας ἐπικαθημένην,
fol. fol.
ὥσπερ βολβία μικρά· τούτων ἡ μὲν κάτω ἰσχνή ἐστιν, ἡ δὲ ἄνωθεν ἁδροτέρα· φύεται μάλιστα ἐν ἀρούραις. {2} δύναται δὲ ἡ ἄνωθεν ῥίζα καταπλαττομένη μετ᾽ οἴνου καὶ λιβανωτοῦ ἀκίδας καὶ σκόλοπας ἐπισπᾶσθαι, σὺν ἀλεύρῳ δὲ αἰρίνῳ καὶ ὑδρομέλιτι διαφορεῖν φύγεθλα, ὅθεν καὶ ταῖς τοιαύταις ἐμπλάστροις μείγνυται· ἄγει δὲ καὶ καταμήνια προστεθεῖσα. φασὶ δὲ καὶ ἀφροδίσια παρορμᾶν τὴν ἀνωτέρω ῥίζαν σὺν οἴνῳ ποθεῖσαν, τὴν κατωτέραν δὲ ἀγόνους ποιεῖν, ἐντεροκηλικοῖς τε παιδίοις ὠφελίμως δίδοσθαι τὴν ἐπάνω ῥίζαν ἐν ποτῷ σὺν ὕδατι.