Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
pez líquida | píssa, hygrá πίσσα, ὑγρά |
- | 1.72 |
fol. fol.
οβ (72)
περὶ πίσσης· πίσσα ἡ μὲν ὑγρά, ἣν ἔνιοι κῶνον [1] καλοῦσι, συνάγεται μὲν ἐκ τῶν λι-
παρωτάτων ξύλων πεύκης καὶ πίτυος· ἔστι δὲ καλὴ ἡ στίλβουσα καὶ λεία καὶ κα-
θαρά. ποιεῖ δὲ πρὸς θανάσιμα φάρμακα, φθισικούς, ἐμπυικούς, βῆχας, ἄσθ-
ματα, δυσανάγωγα τῶν ἐν θώρακι ὑγρῶν ἐκλειχομένη κυάθου πλῆθος μετὰ μέλιτος·
ποιεῖ δὲ καὶ πρὸς τὰς τῶν παρισθμίων καὶ σταφυλῆς φλεγμονὰς καὶ συνάγχας διαχριο-
μένη, καὶ πρὸς τὰ πυορροοῦντα ὦτα σὺν ῥοδίνῳ, πρός τε ἑρπετῶν δήγματα σὺν
fol. fol.
ἁλσὶ λείοις καταπλασσομένη. {2} κηρῷ δὲ ἴσῳ μιγεῖσα λεπροὺς ὄνυχας ἀφίστησι, φύ-
ματά τε ὑστέρας καὶ σκληρίας δακτυλίου διαφορεῖ. σὺν κριθίνῳ δὲ ἑψηθεῖσα ἀλεύρῳ καὶ
παιδὸς οὔρῳ χοιράδας περιρρήσει [2], μετὰ δὲ θείου ἢ πίτυος φλοιοῦ ἢ πιτύρων ἕρπη-
τας ἐπέχει καταχριομένη, μάννῃ δὲ καὶ κηρωτῇ μιγεῖσα τὰς ὑποφορὰς παρακολλᾷ, πρός
τε τὰς ἐν ποσὶ καὶ δακτυλίῳ ῥαγάδας ἁρμόζει καταχριομένη, πληροῖ τε τὰ ἕλκη καὶ ἀπο-
καθαίρει σὺν μέλιτι, σὺν σταφίδι δὲ καὶ μέλιτι ἄνθρακας καὶ σηπεδόνας περιχαράσ-
σει· μίγνυται δὲ καὶ σηπταῖς χρησίμως.