Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
espina de Cristo | palíouros παλίουρος |
Paliurus australis Gaertn. |
1.92 |
ϟβ (92)
περὶ παλιούρου· παλίουρος γνώριμος θά-
μνος ἀκανθώδης, στερεός, οὗ τὸ σπέρμα λιπαρὸν καὶ λιγνυῶδες [1] εὑρίσκεται· ὅπερ
πινόμενον βηξὶν ἀρήγει καὶ τοὺς ἐν κύστει λίθους θρύπτει καὶ πρὸς ἑρπετῶν δήγματα
ποιεῖ. τὰ δὲ φύλλα καὶ ἡ ῥίζα στυπτικά, ὧν τὸ ἀφέψημα ποθὲν κοιλίαν ἵστησιν,
οὖρά τε ἄγει καὶ θανασίμοις καὶ θηριοδήκτοις βοηθεῖ. διαφορεῖ δὲ πάντα τὰ πρόσ-
φατα φύματα καὶ οἰδήματα ἡ ῥίζα λεία ἐπιπλασθεῖσα.