Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
mostaza blanca | sínēpi kēpaîon σίνηπι κηπαῖον |
Sinapis alba L. Brassica nigra (L.) Koch |
2.154 |
σπγ (283)
Texto provisional
σίνηπι [κηπαῖον· οἱ δὲ νᾶπυ, Ῥωμαῖοι σινᾶπε<μ>]· ἐκλέγου τὸ μὴ κατάξηρον καὶ καπυρόν, ἁδρὸν δὲ καὶ θλασθὲν ἔνδοθεν χλωρὸν καὶ οἱονεὶ ἔγχυλον, γλαυκόν· πρόσφατον γὰρ καὶ ἀκμαῖον τὸ τοιοῦτον. δύναται δὲ θερμαίνειν, λεπτύνειν, ἐπισπᾶσθαι, ἀποφλεγματίζειν διαμασηθέν. μιγεὶς δὲ ὁ χυλὸς αὐτοῦ ὑδρομέλιτι ἢ οἰνομέλιτι πρὸς ἀντιάδας καὶ τὰς χρονίους τραχύτητας τῆς ἀρτηρίας καὶ τυλώδεις ἀναγαργαριζόμενος ἁρμόζει. {2} προσαχθὲν δὲ τοῖς μυκτῆρσι λεῖον πταρμοὺς κινεῖ, καὶ ἐπιλημπτικοὺς καὶ ὑστερικῶς πνιγομένας διεγείρει, καὶ ἐπὶ ληθαργικῶν καταπλάσσεται ξυρηθείσης τῆς κεφαλῆς. μιγὲν δὲ σύκοις καὶ ἐπιτεθὲν ἄχρι φοινίξεως ἁρμόζει πρὸς ἰσχιάδας, σπλῆνας καὶ καθόλου πᾶν χρόνιον ἄλγημα, ὅπου μεταγαγεῖν τι ἐκ βάθους εἰς τὴν ἐπιφάνειαν βουλόμεθα τῷ τῆς ἑτεροπαθείας λόγῳ· θεραπεύει καὶ ἀλωπεκίας καταπλασθέν, πρόσωπόν τε καθαίρει καὶ ὑπώπια αἴρει σὺν μέλιτι ἢ στέατι ἢ κηρωτῇ. {3} σὺν ὄξει δὲ πρὸς λέπρας καὶ λειχῆνας ἀγρίους περιχρίεται· πίνεται δὲ καὶ πρὸς περιόδους ξηρὸν ὡς ἄλφιτα ἐπιπασσόμενον τῷ ποτῷ, ἐπισπαστικαῖς τε ἐμπλάστροις καὶ ψωρικαῖς μείγνυται χρησίμως, δυσηκοίαις τε καὶ ἤχοις λεῖον ἐντιθέμενον τῇ ἀκοῇ μετὰ σύκου ὠφελεῖ. ὁ δὲ χυλὸς αὐτοῦ σὺν μέλιτι ἁρμόζει πρός τε ἀμβλυωπίας καὶ τραχέα βλέφαρα ἐγχριόμενος. χυλίζεται δὲ ἔτι χλωρὸν <ὂν> τὸ σπέρμα, καὶ τὸ ἀποθλιφθὲν ξηραίνεται ἐν ἡλίῳ.