Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
pan y quesillo | thláspi θλάσπι |
Capsella bursa-pastoris (L.) Medicus |
2.156 |
σπε (285)
Texto provisional
θλάσπι βοτάνιόν ἐστι στενὸν τοῖς φύλλοις, ὡς δακτύλου τὸ μῆκος, πεπτωκόσιν ἐπὶ γῆς, ἀκροσχιδέσιν, ὑπολιπάροις·καυλὸν δὲ ἀνίησι λεπτόν, δισπίθαμον, ἀποφυάδας ὀλίγας ἔχοντα, καὶ περὶ ὅλον αὐτὸν καρπὸς ὑπόπλατυς ἐξ ἄκρου, ἐν ᾧ σπερμάτιον ἐμφερὲς καρδάμῳ, δισκοειδές, οἱονεὶ ἐντεθλασμένον, ἐξ οὗ καὶ τὸ ὄνομα ἔσχηκεν, ἄνθος δὲ ὑπόλευκον· ἐν ὁδοῖς καὶ ἐπὶ θριγκῶν καὶ τειχῶν φύεται. {2} τὸ δὲ σπέρμα δριμύ, θερμαντικόν, χολὴν ἄνω τε καὶ κάτω καθαῖρον ποθὲν πλῆθος ὀξυβάφου. ἐγκλύζεται δὲ καὶ πρὸς ἰσχιαδικούς, ἄγει δὲ καὶ αἷμα, ποθὲν δὲ καὶ τὰς ἐντὸς ἀποστάσεις ῥήγνυσι· κινεῖ δὲ καὶ καταμήνια καὶ ἔμβρυα φθείρει. ἱστορεῖται δὲ Κρατεύας καὶ ἕτερον θλάσπι, ὅ τινες Περσικὸν σίνηπι καλοῦσι, πλατύφυλλον καὶ μεγαλόρριζον. καὶ τοῦτο δὲ μείγνυται τοῖς πρὸς ἰσχιάδα διακλυσμοῖς.