Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
tresflorina vera | andrósaimon ἀνδρόσαιμον |
Hypericum perfoliatum L. |
3.156 |
υο (470)
Texto provisional
ἀνδρόσαιμον· οἱ δὲ Διονυσιάδα, οἱ δὲ καὶ τοῦτο ἄσκυρον καλοῦσι. διαφέρει δὲ τοῦ ὑπερικοῦ καὶ τοῦ ἀσκύρου θάμνος ὢν λεπτόκαρφος, φρυγανώδης, πεφοινιγμένος τὰ ῥαβδία· φύλλα τριπλασίονα πηγάνου, ἃ τριφθέντα οἰνώδη χυλὸν ἀνίησι, μασχάλας τε ἔχει πλείονας ἐπ᾽ ἄκρῳ τεταρσωμένας, περὶ ἃς ἀνθύλλια μικρά, μήλινα· {2} καρπὸς ἐν κάλυκι ὅμοιος τῷ τῆς μελαίνης μήκωνος, οἱονεὶ κατάγραφος· ἀνατριφθεῖσα δὲ ἡ κόμη ῥητινώδη ὀσμὴν προσδίδωσι. καὶ τούτου ὁ καρπὸς λεῖος δραχμῶν δυεῖν ὁλκὴ ποθεὶς ἄγει χολώδη καὶ κόπρια. θεραπεύει δὲ μάλιστα ἰσχιάδας· δεῖ δὲ μετὰ τὴν κάθαρσιν ὕδατος ἐπιρροφεῖν <ὀλίγον>· καὶ πυρίκαυτα δὲ ἡ πόα καταπλασθεῖσα θεραπεύει καὶ αἷμα ἐπέχει.