Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
aceite perfumado de mejorana | sampsokhínou skeauasía σαμψουχίνου σκευασία |
Origanum majorana L. |
1.48 |
μη (48)
σαμψουχίνου σκευασία· ἑρπύλλου, κασσίας, ἁβροτόνου, σισυμβρίου ἄνθους, μυρ-
σίνης πετάλων, σαμψούχου, ἑκάστου <αὐτῶν> λαμβάνων στοχασμῷ πρὸς τὴν ἑκάστου αὐτῶν
δύναμιν ἀποβλέπων, κόπτε ἐν τῷ αὐτῷ πάντα καὶ ἐπίχεε ἐλαίου ὀμφακίνου
τοσοῦτον, ὥστε μὴ κατακρατεῖσθαι τὴν δύναμιν τῶν ἐν αὐτῷ βρεχομένων, καὶ ἔασον
ἡμέρας τέσσαρας καὶ ἔκθλιβε, καὶ πάλιν τὸ αὐτὸ πλῆθος τῶν αὐτῶν προσφάτων
ἀπόβρεχε τὸν ἴσον χρόνον καὶ ἐξίπου· ἔστι γὰρ εὐτονώτερον. ἐκλέγου δὲ τὸ μελάγ-
χλωρον τῇ χρόᾳ, σάμψυχον [1] ἐπιπολὺ [2] ὄζον, μετρίως δριμύ. {2} δύναμιν δὲ ἔχει
θερμαντικήν, λεπτυντικήν, δριμεῖαν. ποιεῖ δὲ πρὸς μύσιν καὶ διαστροφὴν ὑστέ-
ρας καὶ ἔμμηνα καὶ δεύτερα ἐπισπᾶται καὶ πνίγας ὑστερικὰς ἀνακτᾶται ὀσφύων τε καὶ
βουβώνων ἀλγήματα πραύνει. σὺν μέλιτι δὲ αὐτῷ χρῆσθαι βέλτιον, ἐπεὶ [3] τῇ σφοδρᾷ στύψει
σκληρύνει τοὺς τόπους· λύει καὶ κόπους συγχριόμενον, εἴς τε τὰ ἐπὶ τῶν ὀπισθοτονικῶν
καταπλάσματα ἐπιτηδείως μίγνυται καὶ τῶν ἄλλως σπωμένων.