Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
albahaca silvestre mayor | klinopódion κλινοπόδιον |
Calamintha clinopodium Moris. |
3.95 |
υια (411)
Texto provisional
κλινοπόδιον· οἱ δὲ κλεόνικον, οἱ δὲ ὠκιμοειδές, οἱ δὲ Ζωπύριον καλοῦσι. θαμνίον ἐστὶ καὶ τοῦτο φρυγανῶδες, δισπίθαμον, φυόμενον ἐν πέτραις, ἔχον φύλλα ἑρπύλλῳ παραπλήσια καὶ ἄνθη ὅμοια κλίνης ποσὶν ἐκ διαστημάτων, ἐμφερῆ πρασίῳ. πίνεται δὲ ἡ πόα καὶ τὸ ἀφέψημα αὐτῆς πρὸς θηρίων δήγματα καὶ σπάσματα καὶ ῥήγματα καὶ στραγγουρίας· ἄγει καὶ ἔμμηνα καὶ ἔμβρυα, καὶ ἀκροχορδόνας ἀποβάλλει ἐφ᾽ ἱκανὰς ἡμέρας πινόμενον, κοιλίαν τε ἵστησιν ἐπὶ τρίτον ἑψόμενον καὶ πινόμενον ἀπυρέτοις ἐν οἴνῳ, πυρέττουσι δὲ δι᾽ ὕδατος.