Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
enebro real | árkeuthos, mikrá ἄρκευθος, μικρὰ |
Juniperus communis L. |
1.75 |
οε (75)
περὶ μικρᾶς ἀρκεύθου· ἄρκευθὶς μικρά [1]. [οἱ δὲ ἀρκευθίδα,
οἱ δὲ μνησίθεος, οἱ δὲ ἀκακαλλίδα, ἄφροι ζουορρινσ<ο>ιπέτ, αἰγύπτιοι λιβιούμ, ῥωμαῖοι
ζουνιπέρουμ, γάλλοι ἰουπικέλλους.] ἔστιν ἀρκευθὶς ἡ μέν μικρά, ἡ δὲ μεγάλη [2]. δριμεῖα δὲ
ἀμφότεραι, διουρητικαὶ καὶ θερμαντικαί [3]. θυμιώμεναι δὲ θηρία διώκουσι. ὁ δὲ καρ-
πὸς αὐτῶν [4], ὁ μέν τις κατὰ καρύου [5] τὸ μέγεθος εὑρίσκεται, ὁ δὲ καρύου ποντικοῦ [6] ἴσος, στρογγύλος
τε [7] καὶ εὐώδης [καὶ] γλυκὺς ἐν τῷ διαμασᾶσθαι καὶ ὑπόπικρος [8], ἀρκευθὶς καλούμενος,
θερμαντικὸς μετρίως καὶ στυπτικός, εὐστόμαχος, ποιῶν πρὸς τὰ ἐν θώρακι καὶ βῆχας
καὶ <ἐμ>πνευματώσεις καὶ στρόφους καὶ θηρία πινόμενος. ἔστι δὲ καὶ οὐρητικός, ὅθεν καὶ σπάσμασι
καὶ ῥήγμασι καὶ ὑστερικῶς πνιγομέναις ἁρμόζει.