Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
telefio | Tēléphion (tēlephōnion) τηλέφιον (τηλεφώνιον) |
Sedum telephium L. |
2.186 |
τιε (315)
Texto provisional
τηλεφώνιον, οἱ δὲ ἀείζῳον ἄγριον, οἱ δὲ ἀνδράχνην ἀγρίαν, οἱ δὲ βρύον. τοῦτο καὶ τοῖς φύλλοις καὶ τῷ καυλῷ ἔοικεν ἀνδράχνῃ, μασχάλας ἔχον δύο παρ᾽ ἕκαστον <γόνυ> τῶν φύλλων ἐκφυομένας, ἀφ᾽ ὧν κλωνία ἓξ ἢ ἑπτά, ἀπὸ τῆς ῥίζης πλήρη φύλλων παχέων καὶ σαρκωδῶν καὶ γλίσχρων, ἄνθη λευκά. φύεται δὲ ἐν ἀμπελῶσι καὶ τόποις ἐργασίμοις. θεραπεύει δὲ καταπλασσόμενα τὰ φύλλα ἐπὶ ὥρας ἓξ λεύκην· δεῖ δὲ μετὰ ταῦτα ὠμῇ λύσει χρῆσθαι. αἴρει δὲ καὶ ἀλφὸν ἐπιχριόμενα σὺν ὄξει ἐν ἡλίῳ· δεῖ μέντοι μετὰ τὸ ἀποξηρανθῆναι αὐτὰ ἀποψᾶν.