Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
levístico | Ligystikón λιγυστικόν |
Levisticum officinale Koch |
3.51 |
τξε (365)
Texto provisional
λιγυστικόν· [οἱ δὲ πανάκειαν καλοῦσι, Ῥωμαῖοι πάνακες.] φύεται μὲν πλεῖστον ἐν Λιγυρίᾳ, ὅθεν καὶ τὴν ὀνομασίαν ἔσχηκεν, ἐν τῷ καλουμένῳ Ἀπεννίνῳ· ὄρος δέ ἐστιν ὁμοροῦν ταῖς Ἄλπεσι. πάνακες δὲ αὐτὸ καλοῦσιν οἱ ἐπιχώριοι οὐκ ἀλόγως, ἐπεὶ ἡ ῥίζα [καὶ ὁ καυλὸς] ἔοικε τῇ τοῦ Ἡρακλεωτικοῦ πάνακος καὶ ἡ δύναμις ὁμοία καθέστηκε. φύεται δὲ ἐν τοῖς ὑψηλοτάτοις καὶ τραχυτέροις καὶ συσκίοις ὄρεσι, μάλιστα δὲ παρὰ τοῖς ῥύαξι. {2} καυλίον δὲ φέρει λεπτόν, ὅμοιον ἀνήθῳ, γεγονατωμένον, περὶ ὃ τὰ φύλλα ἐοικότα τοῖς τοῦ μελιλώτου, τρυφερώτερα δὲ καὶ εὐώδη, ἰσχνότερα δὲ τὰ πρὸς ἄκρῳ τῷ καυλῷ καὶ μᾶλλον ἐπεσχισμένα· ἐπ᾽ ἄκρου δὲ σκιάδιον, ἐφ᾽ οὗ καὶ τὸ σπέρμα μέλαν, ναστόν, ὑπόμηκες, πρὸς τὸ τοῦ μαράθου, γευσαμένῳ δὲ δριμὺ καὶ ἀρωματίζον, ῥίζα λευκή, ὁμοία τῇ τοῦ Ἡρακλεωτικοῦ πάνακος, εὐώδης. δύναμις δὲ τοῦ σπέρματος καὶ τῆς ῥίζης θερμαντική, πεπτική, ἁρμόζουσα πρὸς τὰ ἐντὸς ἀλγήματα καὶ οἰδήματα καὶ ἐμπνευματώσεις καὶ μάλιστα τὰς περὶ στόμαχον καὶ θηρίων πληγάς. {3} ἄγει δὲ καὶ οὖρα καὶ ἔμμηνα πινομένη· καὶ ἡ ῥίζα δὲ προστιθεμένη τὸ αὐτὸ ποιεῖ. μείγνυται δὲ τὸ σπέρμα καὶ ἡ ῥίζα χρησίμως ταῖς ὀξυπόροις καὶ πεπτικαῖς δυνάμεσιν· ἱκανῶς δέ ἐστιν εὔστομον, ὅθεν καὶ ἀντὶ πεπέρεως αὐτῷ χρῶνται οἱ ἐπιχώριοι, μίσγοντες τοῖς προσοψήμασι. δολοῦται δὲ σπέρματί τινι παρομοίῳ, ὃ διακρίνεις τῇ γεύσει· πικρὸν γάρ ἐστιν. ἔνιοι δὲ καὶ μαράθου ἢ σεσέλεως σπέρμα μίσγοντες δολοῦσιν.