Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
elatínē gr. | elatínē ἐλατίνη |
Linaria spuria Mill. |
4.40 |
φιβ (512)
Texto provisional
ἐλατίνη· τὰ μὲν φύλλα ἔχει ὅμοια τῇ ἑλξίνῃ, μικρότερα δὲ καὶ στρογγυλώτερα, δασέα, κλῶνας δὲ λεπτούς, σπιθαμιαίους, πέντε ἢ ἓξ ἀπὸ τῆς αὐτῆς ῥίζης, φύλλων πλήρεις στρυφνῶν ἐν τῇ γεύσει· φύεται ἐν σίτοις καὶ ἐργασίμοις τόποις. δύναμιν δὲ ἔχει τὰ φύλλα καταπλασσόμενα σὺν ἀλφίτοις φλεγμαίνοντας καὶ ῥευματιζομένους ὀφθαλμοὺς ὠφελεῖν· ἑψηθεῖσα δὲ καὶ ῥοφουμένη δυσεντερίας ἵστησιν.