Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
sēsamoeidés mikrón gr. | sēsamoeidés mikrón σησαμοειδὲς μικρόν |
Aubrieta deltoidea L. |
4.163desplazado |
χκδ (624)
Texto provisional
σησαμοειδὲς τὸ μικρόν· [οἱ δὲ κορώνιον, οἱ δὲ σήσαμον ἄγριον καλοῦσιν.] καυλία ἐστὶ σπιθαμιαῖα, ἔχοντα φύλλα κορωνόποδι ὅμοια, δασύτερα μέντοι καὶ μικρότερα· ἐπ᾽ ἄκρου δὲ τῶν καυλίων κεφάλια ἀνθέων ὑποπορφύρων, ὧν τὸ μέσον λευκόν, ἐν οἷς σπέρμα σησάμῳ ἐοικός, πικρόν, κιρρόν· ῥίζα λεπτή. καθαίρει δὲ φλέγμα καὶ χολὴν κάτω ποθὲν λεῖον τὸ σπέρμα ὅσον ὀξυβάφου ἥμισυ σὺν μελικράτῳ· καταπλασθὲν δὲ μεθ᾽ ὕδατος φύματα καὶ οἰδήματα διαφορεῖ. φύεται δὲ ἐν τραχέσι χωρίοις.