Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
maná de incienso | mánna libánou μάννα λιβάνου |
Boswellia carterii Birdw. |
1.68.6 |
ξη (68)
περὶ μάννης λιβάνου· μάννα δὲ λιβάνου δόκιμός ἐστιν ἡ λευκὴ καὶ καθαρά, ἔγχονδρος.
δύναμιν δὲ ἔχει ἣν καὶ ὁ λιβανωτός, ὑπανειμένως [1] δὲ μᾶλλον. μίσγουσι δὲ ἔνιοι δολίζοντες <αὐτὴν> ῥη-
τίνην πιτυήνην [2] σεσησμένην καὶ γύριν ἢ φλοιὸν λιβανωτοῦ κεκομμένον [3]. ἐλέγχει δὲ καὶ
ταῦτα τὸ πῦρ· οὔτε γὰρ κατ᾽ ἴσον καὶ ἰσοτόνως θυμιαθήσεται ἀερίζοντι τῷ ἀτμῷ, ἀσβο-
λώδει δὲ καὶ οὐ καθαρῷ, ἥ τε εὐωδία μεικτὴν ἔχει τὴν ἀποφοράν.