Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
celsia oriental | árktion ἄρκτιον |
Celsia orientalis L. |
4.105 |
fol. fol.
φοζ (577)
<περὶ ἀρκτίου·> ἄρκτιον, οἱ δὲ ἀρκτοῦρον. φλόμῳ καὶ αὕτη
ἔχει τὰ φύλλα ἐοικότα, δασύτερα δὲ καὶ στρογγυλώτερα, ῥίζαν ἁπαλήν, γλυκεῖαν,
λευκήν· καυλὸν δὲ μαλακόν, μακρόν, καρπὸν [δὲ] κυμίνῳ μικρῷ ὅμοιον. ταύτης ἡ ῥίζα [δύ-
fol. fol.
ναται] καὶ ὁ καρπὸς ἀφεψηθέντα ἐν οἴνῳ ὀδονταλγίας διακρατούμενα πραΰνει[ν] καὶ πυρικαύτων
καὶ χιμέτλης ἐστὶ κατάντλημα· πίνεται δὲ καὶ πρὸς ἰσχιάδα καὶ δυσουρίαν ἐν οἴνῳ.