Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
llantén | arnóglōsson ἀρνόγλωσσον |
Plantago major L. Plantago lagopus L. |
2.126 |
fol. fol.
σνε (255)
Texto provisional
περὶ ἀρνογλώσσου· ἀρνόγλωσσον· [οἱ δὲ ἄρνειον, οἱ δὲ προβάτειον,
οἱ δὲ κυνόγλωσσον, οἱ δὲ ἑπτάπλευρον, οἱ δὲ πολύνευρον, προφῆται οὐρὰ ἰχνεύμονας, Αἰγύπτιοι ἀσοήθ, Ῥωμαῖοι πλαντάγω μίνορ, Γάλλοι ταρβηλοθάδιον, Σπάνοι θισάρικαμ, Ἄφροι ἀστιρκόκ.] ἀρνόγλωσσον, οἱ δὲ ἑπτάπλευρον, οἱ δὲ πολύπλευρον· διττόν ἐστι, τὸ μὲν μικρὸν τὸ δὲ μεῖζον. ἔχει δὲ τὸ μὲν μικρὸν φύλλα στενότερα καὶ μικρότερα καὶ λειότερα, καυλὸν γωνιοειδῆ, [καὶ] κεκλιμένον ὡς ἐπὶ τὴν γῆν, ἄνθη ὠχρά, τὸ δὲ σπέρμα ἐπ᾽ ἄκρῳ τῷ καυλῷ. τὸ δὲ μεῖζον εὐερνέστερον, πλατύφυλλον, λαχανῶδες· καυλὸς δὲ καὶ ἐπὶ τούτῳ γωνιοειδής, ὑπέρυθρος, ὕψος πήχεως, ἐκ μέσου μέχρι κορυφῆς στέρματι περιεχόμενος λεπτῷ. ῥίζαι δὲ ὕπεισιν ἁπαλαί, δασεῖαι, λευκαί, πάχος δακτύλου. γεννᾶται δὲ πρὸς τοῖς τέλμασι καὶ φραγμοῖς καὶ <ἐν> ἐνίκμοις τόποις· εὐχρηστότερον δὲ τὸ μέγα. {2} δύναμιν δὲ ἔχει τὰ φύλλα στυπτικήν, ξηραντικήν, ὅθεν καταπλασσόμενα πρὸς πάντα
fol. fol.
τὰ κακοήθη καὶ ἐλεφαντιῶντας καὶ ῥευματικὰ καὶ ἀκάθαρτα ἕλκη ἁρμόζει. ἐπέχει δὲ καὶ αἱμορραγίας, νομάς, ἄνθρακας, ἕρπητας, ἐπινυκτίδας· ἀπουλοῖ καὶ χρόνια ἕλκη καὶ ἀνώμαλα καὶ τὰ χειρώνια ἰᾶται καὶ κόλπους παρακολλᾷ, καὶ κυνόδηκτα καὶ πυρίκαυτα, φλεγμονάς, παρωτίδας, φύγεθλα, χοιράδας καὶ αἰγίλωπας σὺν ἁλσὶν ἐπιπλασσόμενα ὠφελεῖ. ἑφθὸν δὲ τὸ λάχανον μεθ᾽ ἁλῶν καὶ ὄξους λαμβανόμενον δυσεντερικοῖς καὶ κοιλιακοῖς ἁρμόζει·δίδοται δὲ καὶ μετὰ φακῆς ἀντὶ σεύτλου συνεψόμενον, καὶ πρὸς λευκοφλεγματίας μετὰ τὸ ξηροφαγῆσαι μέση δίδοται ἡ πόα ἑφθή· ποιεῖ δὲ καὶ ἐπιλημπτικοῖς καὶ ἀσθματικοῖς διδομένη. {3} ὁ δὲ χυλὸς τῶν φύλλων τὰς ἐν στόματι νομὰς ἀνακαθαίρει συνεχῶς διακλυζόμενος, σὺν δὲ κιμωλίᾳ ἢ ψιμυθίῳ ἐρυσιπέλατα ἰᾶται, σύριγγάς τε ἐγκλυζόμενος ὠφελεῖ, καὶ πρὸς ὠταλγίας καὶ ὀφθαλμίας ἐνσταζόμενος ὁ χυλὸς καὶ κολλυρίοις μισγόμενος, καὶ πρὸς οὖλα αἱμασσόμενα καὶ πρὸς αἷμα ἀνάγοντας πινόμενος, καὶ πρὸς φθισικοὺς καὶ ἐπὶ δυσεντερικῶν ἐγκλυζόμενος· πίνεται δὲ καὶ πρὸς φθίσιν, καὶ πρὸς ὑστερικὰς πνίγας προστίθεται ἐν ἐρίῳ καὶ ὑστέρᾳ ῥευματιζομένῃ. {4} καὶ ὁ καρπὸς δὲ πινόμενος μετ᾽ οἴνου τοὺς τῆς κοιλίας ῥευματισμοὺς καὶ πτύσεις αἵματος ἐπέχει. ἡ δὲ ῥίζα ἀφεψηθεῖσα καὶ διακλυζομένη ἢ αὐτὴ διαμασωμένη ὀδονταλγίας παύει. πρὸς δὲ τὰ ἐν κύστει <ἕλκη> καὶ νεφροῖς δίδοται καὶ τὰ φύλλα καὶ ἡ ῥίζα μετὰ γλυκέος. φασὶ δὲ ῥίζας ἁδρὰς τρεῖς ποθείσας μετ᾽ οἴνου κυάθων τριῶν καὶ ὕδατος ἴσου τριταίῳ βοηθεῖν, τεταρταίῳ δὲ τέσσαρας ῥίζας. ἔνιοι δὲ καὶ ἐνδέσματι χρῶνται ταῖς ῥίζαις πρὸς χοιράδας διαφορούσαις.