Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
siempreviva mayor | aeízōon mikrón ἀείζῳον μικρόν |
Sempervivum tectorum L. |
4.89 |
φξα (561)
Texto provisional
ἀείζῳον τὸ μικρόν· [οἱ δὲ πετροφυές, οἱ δὲ βρότιον, οἱ δὲ θεοβρότιον, οἱ δὲ <μα>κρόβι[σ]ον, οἱ δὲ χειμερινήν, οἱ δὲ κεραυνία, Ῥωμαῖοι βιτάλις, οἱ δὲ κάρδους σεμπερβίβους, Αἰγύπτιοι ἐτιεικελτά.] φύεται ἐν τοίχοις καὶ πέτραις καὶ θριγκοῖς καὶ τάφοις ὑποσκίοις. καυλία ἀπὸ μιᾶς ῥίζης πολλά, περίπλεα φυλλαρίων περιφερῶν, λιπαρῶν, μικρῶν, ὀξέων ἐπ᾽ ἄκρου· ἀνίησι δὲ καὶ καυλὸν ἐν μέσῳ περὶ σπιθαμὴν τὸ μέγεθος, ἔχοντα σκιάδιον καὶ ἄνθη χλωρὰ καὶ λεπτά. τούτου τὰ φύλλα δύναμιν ἔχει τὴν αὐτὴν τῷ προειρημένῳ.