Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
piñas de pino piñonero y pino negral | stróbiloi στρόβιλοι |
Pinus pinea L. Pinus sp. |
1.69.4 |
ξθ (69)
περὶ στροβίλων·
στρόβιλοι δὲ καθαροὶ ἐσθιόμενοι ἢ μετὰ γλυκέος καὶ σικύου σπέρματος πινόμενοι οὐ-
ρητικοί, ἀμβλυντικοὶ τῶν περὶ κύστιν καὶ νεφροὺς δριμυτήτων· παρηγοροῦσι δὲ καὶ
στομάχων [1] δηγμοὺς μετὰ ἀνδράχνης χυλοῦ λαμβανόμενοι, ἐξαίρουσι [2] τε ἀτονίαν σώματος
καὶ τὰς τῶν ὑγρῶν διαφθορὰς ἐξαμβλύνουσιν. ὅλοι δὲ οἱ στρόβιλοι ἀπὸ δένδρου
πρόσφατοι θλασθέντες ἐν γλυκεῖ καὶ ἑψηθέντες ἁρμόζουσι παλαιαῖς βηξὶ καὶ
φθίσεσι, τοῦ ἐξ αὐτῶν ὑγροῦ καθ᾽ ἑκάστην ἡμέραν λαμβανομένου κυάθων τὸ
πλῆθος τριῶν.