Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
lenteja | phakós esthiómenos φακός ἐσθιόμενος |
Lens culinaris Medicus |
2.107 |
fol. fol.
σλϚ (236)
περὶ φακοῦ· [φακός ὁ ἐσθιόμενος· ῥωμαῖοι λέντεμ, οἱ δὲ
λεντίκλαμ.] φακὸς βιβρωσκόμενος συνεχῶς ἀμβλυωπός, δύσπεπτος, κακοστόμαχος, πνευμα-
τωτικὸς στομάχου καὶ ἐντέρων, κοιλίας τε μαλάκτικὸς [1] σὺν τῷ λέπει ἐσθιόμενος [2]· διαφέρει δὲ αὐτοῦ
ὁ ἑψανὸς καὶ μηδὲν ἀνιεὶς ἐν τῇ [δια]βροχῇ [αὐτοῡ] μέλαν. δύναμιν δὲ ἔχει στυπτικήν, ὅθεν κοιλίαν
ἵστησι προαπολεπισθεὶς καὶ ἑψηθεὶς ἐπιμελῶς, τοῦ πρώτου ἐν τῷ ἀφέψεσθαι ὕδατος
ἀποχεομένου· λυτικὸν γὰρ κοιλίας τὸ ἀφέψημα αὐτοῦ. ἔστι δὲ δυσόνειρος, ἄθετος πρὸς τὰ νευρώδη
καὶ πνεύμονα καὶ κεφαλήν. {2} βέλτιον δὲ τὸ ἴδιον ἔργον ἀποτελεῖ πρὸς τὰ ῥεύματα τῆς κοιλίας, μιγείσης αὐτῷ [μετ'ὄξους]
σέρεως [3] ἢ ἀνδράχνης ἢ σεύτλου μέλανος ἢ μύρτων ἢ σιδίων ἢ οὔων ξηρῶν ἢ μεσπίλων ἢ κυδωνίων ἢ ἀ-
πίων Θηβαικῶν [4] [ἢ κυδωνίων μήλων] ἢ κιχορίου ἢ ἀρνογλώσσου [5], αἵτινες μετὰ τὴν ἕψησιν ῥίπτονται, ἢ ῥοὸς
τοῦ ἐπὶ τὰ ὄψα· δεῖ δὲ τὸ ὄξος ἐπιμελῶς συγκαθεψεῖν αὐτῷ, εἰ δὲ μή <γε>, ταράσσει [6] τὴν κοιλίαν· καὶ ἀνα-
fol. fol.
τροπὴν δὲ στομάχου περιπτισθέντες τριάκοντα φακοὶ καὶ καταποθέντες ὠφελοῦσι. παρηγο-
ρεῖ δὲ καὶ ποδάγρας σὺν ἀλφίτῳ ἑφθὸς [κατεψηθεὶς καὶ] καταπλασθείς, μετὰ μέλιτος δὲ κόλ-
πους κολλᾷ, ἐσχάρας περιρρήττει [καὶ] ἕλκει [7] <τε> ἀνακαθαίρει, σὺν ὄξει δὲ ἑψηθεὶς σκληρώματα καὶ χοι-
ράδας διαφοεῖ [8]. {3} σὺν μελιλώτῳ δὲ ἢ κυδωνίῳ ὀφθαλμῶν φλεγμονὰς καὶ δακτυλίου
θεραπεύει ῥοδίνου μειγνυμένου, ἐπὶ δὲ τῶν μειζόνων ἐν δακτύλῳ [9] φλεγμονῶν καὶ κόλπων
μεγάλων σὺν σιδίοις ἢ ῥόδοις ξηροῖς ἀφεψόμενος [10] μειγνυμένου καὶ μέλιτος, πρὸς νο-
μὰς δὲ γαγγραινικὰς ὁμοίως ἢ καὶ θαλάσσης μ<ε>ιγνυμένης, πρὸς δὲ φλυκταίνας καὶ ἕρπητας
καὶ ἐρυσιπέλατα καὶ χυμέθλας [11], ὡς προείρηται, πρὸς δὲ χονδρι[δ]ῶντας μαστοὺς καὶ σπαργήσεις ἑ-
ψόμενος ἐν θαλάττῃ [12] ἁρμόζει καταπλασθείς.