Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
calcopirita | khalkîtis χαλκῖτις |
- | 5.99 |
ψξθ (769)
Texto provisional
χαλκῖτιν προκριτέον τὴν χαλκοειδῆ καὶ εὔθρυπτον, ἄλιθόν τε καὶ οὐ παλαιάν, ἔτι δὲ τὰς ἶνας ἐπιμήκεις τε καὶ ἀποστιλβούσας ἔχουσαν. δύναμιν δὲ ἔχει στυπτικήν, θερμαντικήν, ἐσχαρωτικήν, τῶν περὶ κανθοὺς καὶ ὄμματα ἀποκαθαρτικήν· ἔστι δὲ τῶν μετρίως στυφόντων. {2} ποιεῖ δὲ καὶ πρὸς ἐρυσιπέλατα, ἕρπητας καὶ αἱμορραγίας τὰς ἐξ ὑστέρας καὶ μυκτήρων σὺν πράσου χυλῷ. ξηρὰ δὲ πρός τε ἐπουλίδας καὶ νομὰς καὶ παρίσθμια, κεκαυμένη δὲ πρὸς τὰ ὀφθαλμικὰ μᾶλλον χρησιμεύει λεία σὺν μέλιτι, τετυλωμένα βλέφαρα καὶ τραχέα ἀποτήκουσα, σύριγγάς τε αἴρει ἐν κολλουρίου σχήματι ἐντιθεμένη.