Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
peonía hembra | Paiōnía árrēn παιωνία ἄρρην |
Paeonia officinalis L. |
3.140 |
υνϚ (456)
Texto provisional
παιωνία ἄρρην ἢ γλυκυσίδη· οἱ δὲ πεντόροβον, [οἱ δὲ πεντόροβον, οἱ δὲ ὀροβάδιον, οἱ δὲ ὀροβάξ, οἱ δὲ αἱμαγωγόν, οἱ δὲ πασιθέη, οἱ δὲ μηνογένειον, οἱ δὲ μήνιον, οἱ δὲ παιώνιον, οἱ δὲ Πανὸς κέρατα, οἱ δὲ Ἰδαίους δακτύλους, οἱ δὲ ἀγλαοφώτιδα, οἱ δὲ θεοδώρητον, οἱ δὲ σελήνιον, προφῆται σεληνόγονον, οἱ δὲ φθίσις, Ῥωμαῖοι κάστα. παιωνία θήλεια· καὶ ταύτην ἀγλαοφώτιδα καλοῦσιν.] τὴν δὲ ῥίζαν παιωνίαν καλοῦσιν, ἄλλοι δὲ ἀγλαοφώτιδα. καυλὸς φύεται δισπίθαμος, παραφυάδας ἔχων πολλάς· φύλλα δὲ <ἔχει> ἡ μὲν ἄρρην βασιλικῇ καρύᾳ ὅμοια, ἡ δὲ θήλεια ἐπέσχισται τὰ φύλλα ὥσπερ σμύρνιον· λοβοὺς δέ τινας ἀνίησιν ἐπ᾽ ἄκρου τοῦ καυλοῦ ἀμυγδάλοις ὁμοίους, ὧν ἀνοιχθέντων εὑρίσκονται ἐρυθροὶ κόκκοι πολλοί, μικροί, ἐμφερεῖς τοῖς τῆς ῥοᾶς, ἐν μέσῳ δὲ μέλανες, ἐμπόρφυροι, πέντε ἢ ἕξ. {2} ῥίζα δὲ τῆς μὲν ἄρρενος περὶ δακτύλου πάχος, μῆκος δὲ σπιθαμῆς, γευομένῳ στύφουσα, λευκή· ἐπὶ δὲ τῆς θηλείας παραφυάδας ὥσπερ βαλάνους ἔχουσ<ιν> αἱ ῥίζαι ἑπτὰ ἢ ὀκτὼ ὥσπερ ἀσφόδελος. δίδοται δὲ ἡ ῥίζα γυναιξὶν ἐκ τοκετοῦ μὴ καθαιρομέναις καὶ καταμήνια ἄγει μέγεθος ἀμυγδάλου πινομένη, καὶ ταῖς κατὰ γαστέρα ὀδύναις βοηθεῖ ποθεῖσα ἐν οἴνῳ καὶ ἰκτερικοῖς καὶ νεφριτικοῖς καὶ κύστιν ἀλγοῦσι· καθεψηθεῖσα δὲ ἐν οἴνῳ καὶ πινομένη κοιλίαν ἵστησι. {3} τοῦ δὲ καρποῦ δέκα ἢ δώδεκα κόκκοι πυρροὶ ποθέντες ἐν οἴνῳ μέλανι αὐστηρῷ ῥοῦν τὸν ἐρυθρὸν ἱστᾶσι, στομαχικοῖς τε καὶ δακνομένοις ἐσθιόμενοι βοηθοῦσι, καὶ ὑπὸ τῶν παιδίων πινόμενοι καὶ ἐσθιόμενοι ἀρχὰς λιθιάσεως παραιτοῦνται· οἱ δὲ μέλανες καὶ πρὸς τοὺς ὑπὸ τῶν ἐφιαλτῶν πνιγ<ομέ>νους καὶ πρὸς τὰς ὑστερικὰς πνίγας καὶ ὀδύνας μήτρας ἐν μελικράτῳ ἢ οἴνῳ, ὅσον δέκα πέντε κόκκοι πινόμενοι, ποιοῦσιν.