Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
lentisco | skhînos σχῖνος |
Pistacia lentiscus L. |
1.70 |
fol. fol.
ο (70)
περὶ σχίνου· σχῖνος δένδρον γνώριμον, στυπτικὸν ὅλον· καὶ γὰρ ὁ καρ-
πὸς αὐτῆς καὶ τὸ φύλλον καὶ ὁ φλοιὸς τῶν κλάδων καὶ τῆς ῥίζης ἰσοδυναμεῖ. γίνεται δὲ
καὶ χύλισμα ἐκ τοῦ φλοιοῦ καὶ τῆς ῥίζης καὶ τῶν φύλλων ἑψημένων [1] σὺν ὕδατι ἐφ᾽
ἱκανόν, εἶτα μετὰ τὸ ἑψηθῆναι [2] τῶν φύλλων ῥιπτομένων, τοῦ ὕδατος δὲ πάλιν ἑψομέ-
νου μέχρι [3] μελιτώδους συστάσεως. ποιεῖ δὲ στῦφον πρὸς αἵματος ἀναγωγὰς καὶ ῥύσεις
κοιλίας καὶ δυσεντερίας πινόμενον, καὶ πρὸς τὰς ἐκ μήτρας αἱμορραγίας καὶ προπτώσεις
ὑστέρας καὶ δακτυλίου, καὶ καθόλου ἀντὶ ἀκακίας καὶ ὑποκιστίδος ἔνεστιν αὐτῷ
χρῆσθαι· καὶ ὁ χυλὸς δὲ τῶν φύλλων ἐκθλιβέντων τὰ αὐτὰ ποιεῖ. {2} καὶ τὸ ἀφέψημα δὲ
αὐτῶν καταντλούμενον τὰ ἀσυμπλήρωτα πληροῖ καὶ τὰ ἀπώρωτα πωροῖ ὀστέα
καὶ τὰς ἐκ μήτρας ῥύσεις στέλλει καὶ τῶν νομῶν ἀποτρεπτικὸν καὶ οὐρητικόν ἐστιν· ἵ-
στησι δὲ καὶ σειομένους ὀδόντας διακλυζόμενον. τὰ δὲ ξυλάρια χλωρὰ ἀντὶ καλαμίδων
παρατριβόμενα τοῖς ὀδοῦσι σμήχει τούτους. γίνεται δὲ καὶ ἐκ τοῦ καρποῦ αὐτοῦ ἔλαιον στυ-
fol. fol.
πτικόν, ἁρμόζον πρὸς τὰ στύψεως δεόμενα.