Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
aceite perfumado de flor de vid | oinánthinos οἰνάνθινος |
Vitis sylvestris Gmel. |
1.46 |
μϚ (46)
περὶ οἰνανθίνου·
οἰνάνθην τὴν ἐκ σταφυλῆς εὐώδη μαράνας βάλε εἰς ὀμφάκινον ἔλαιον καὶ κίνει μετα-
στρέφων. ἐάσας δὲ ἡμέρας β' ἐξίπου καὶ ἀποτίθεσο. δύναμιν δὲ ἔχει στυπτικήν,
ἀναλογοῦσαν τῇ τοῦ ῥοδίνου ἐκτὸς τοῦ τὴν κοιλίαν λύειν καὶ μαλάσσειν. καὶ τούτου δέ
ἐστι δοκιμώτατον τὸ ἐμφαῖνον ἐν τῇ ὀσμῇ τὴν οἰνάνθην.