Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
goma amónica | ammōniakón ἀμμωνιακόν |
Ferula marmarica L. |
3.84 |
fol. fol.
υ (400)
Texto provisional
<περὶ ἀμμωνιακοῦ·> ἀμμωνιακόν· [οἱ δὲ ἀγάσυλλον·
[πόα ἐστίν, ὅθεν τὸ ἀμμωνιακόν·] οἱ δὲ ἀμμωνιακὸν θυμίαμα· οἱ δὲ κριόθεος, οἱ δὲ Ἡλίου τρόφις, Ῥωμαῖοι γούττα ἀμμωνίακα.] καὶ τοῦτο ὀπός ἐστι νάρθηκος γεννω μένου ἐν τῇ κατὰ Κυρήνην Λιβύῃ· καλεῖται δὲ αὐτοῦ ὅλος ὁ θάμνος σὺν τῇ ῥίζῃ ἀγασυλλίς. ἐγκριτέον δὲ αὐτοῦ τὸ εὔχρουν καὶ ἄλιθον καὶ ἄξυλον καὶ λιβανωτίζον τοῖς χόνδροις <καὶ> καθαρὸν καὶ πυκνόν, μηδεμίαν ἔχον ῥυπαρίαν, καστορίζον τῇ ὀσμῇ, πικρὸν δὲ τῇ γεύσει.
fol. fol.
καλεῖται δὲ τὸ τοιοῦτο θραῦσμα, τὸ δὲ γεῶδες ἢ λιθῶδες φύραμα· γεννᾶται δὲ ἐν Λιβύῃ τῇ κατ᾽ Ἄμμωνα, χυλὸς δένδρου ναρθηκοειδοῦς ὤν. {2} δύναμιν δὲ ἔχει θερμαντικήν, μαλακτικήν, ἐπισπαστικήν, διαλυτικὴν σκληρωμάτων τε καὶ φυμάτων, κοιλίαν τε ὑπάγει ποθὲν καὶ ἔμβρυα κατασπᾷ <καὶ> σπλῆνα τήκει μετ᾽ ὄξους δραχμὴ μία ποθεῖσα καὶ ἄρθρων καὶ ἰσχίων ἀλγήματα παραιτεῖται. βοηθεῖ δὲ καὶ ἀσθματικοῖς καὶ ὀρθοπνοϊκοῖς καὶ ἐπιλημπτικοῖς, καὶ τοῖς ὑγρὰ ἐν θώρακι ἔχουσιν ἐκλειχόμενον μετὰ μέλιτος ἢ μετὰ πτισάνης ῥοφούμενον· ἄγει δὲ καὶ οὖρα αἱματώδη. {3} σμήχει δὲ τὰ ἐν ὀφθαλμοῖς λευκώματα καὶ τραχύτητας βλεφάρων τήκει· λυθὲν δὲ ὄξει καὶ ἐπιτεθὲν παύει τὰς περὶ σπλῆνα καὶ ἧπαρ σκληρίας· λύει καὶ τοὺς περὶ τὰ ἄρθρα πώρους μετὰ μέλιτος καταπλασσόμενον ἢ καὶ πίσσῃ μιγέν· ποιεῖ δὲ καὶ πρὸς κόπους καὶ ἰσχιάδας συγχριόμενον, μιγὲν ὄξει καὶ νίτρῳ καὶ κυπρίνῳ ἐλαίῳ ἀντὶ ἀκόπου.