Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
espiga de agua | potamogeítōn ποταμογείτων |
Potamogeton natans L. |
4.100 |
φοβ (572)
Texto provisional
ποταμογείτων· [οἱ δὲ σταχυῖτιν, Ῥωμαῖοι φοντ<αν>άλις, οἱ δὲ φλουμινάλις, οἱ δὲ τερμινάλις, οἱ δὲ ἠμίνουλα, οἱ δὲ προσπεκτίβα, Αἰγύπτιοι ἐθεγχίς.] φύλλον ἐστὶν ὅμοιον τεύτλῳ, δασύ, ὑπερκύπτον ὀλίγον τοῦ ὕδατος. ψύχει δὲ καὶ στύφει, ἁρμόζον κνησμοῖς καὶ νεμομένοις καὶ παλαιοῖς ἕλκεσιν· ὠνόμασται δὲ διὰ τὸ ἐν τέλμασι καὶ ἐνύδροις τόποις φύεσθαι.