Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
espuma de natrón | aphrós nítrou ἀφρὸς νίτρου |
- | 5.113.1 |
ψπγ (783)
Texto provisional
ἀφρὸς δὲ νίτρου ἄριστος <μὲν> εἶναι δοκεῖ ὁ κουφότατος καὶ πλακώδης, εὔθρυπτός τε καὶ ἐμπόρφυρος καὶ ἀφρώδης, ἔτι δὲ δηκτικός, οἷός ἐστιν ὁ ἐκ Φιλαδελφίας κομιζόμενος τῆς ἐν Λυδίᾳ· δευτερεύει δὲ ὁ Αἰγύπτιος, γεννᾶται δὲ καὶ ἐν Μαγνησίᾳ τῆς Καρίας. {2} δύναμιν δὲ ἔχει καὶ καῦσιν οὗτός τε καὶ τὸ νίτρον ἁλσὶν ἐμφερῆ· ἐκ περισσοῦ δὲ τὸ νίτρον καὶ στρόφους παύει λεανθὲν μετὰ κυμίνου καὶ ποθὲν μετὰ ὑδρομέλιτος ἢ μετὰ ἑψήματος ἤ τινος τῶν διαφορεῖν δυναμένων πνεύματα, οἷον πηγάνου ἢ ἀνήθου. ἔστι δὲ καὶ περιοδικῶν σύγχρισμα πρὸ τῆς ὑπόπτου προσβολῆς· μείγνυται καὶ διαφορητικαῖς καὶ ἐπισπαστικαῖς καὶ λεπρικαῖς ἐμπλάστροις. {3} σὺν ὕδατι δὲ ἢ οἴνῳ ἐγχεόμενον ἐμπνευματώσεις τε καὶ ἤχους ὤτων ἰᾶται καὶ πυορροίας· καθαίρει δὲ καὶ ῥύπον σὺν ὄξει ἐγχεόμενον, κυνοδήκτους τε ἰᾶται σὺν στέατι ὀνείῳ ἢ ὑείῳ· ἀναστομοῖ δὲ καὶ δοθιῆνας ἀναλημφθὲν τερμινθίνῃ ῥητίνῃ. μετὰ σύκων δὲ ὑδρωπικῶν ἐστι κατάπλασμα, σὺν μέλιτι δὲ ἐγχριόμενον ὀξυδερκές, καὶ πρὸς μύκητας σὺν ὀξυκράτῳ ποθὲν ἁρμόζει, πρὸς δὲ βουπρήστεις σὺν ὕδατι, πρὸς ταύρειον δὲ αἷμα σὺν σιλφίῳ· {4} ἀτροφοῦσί τε χρήσιμον κατάπλασμα, παρακμάζουσί τε ὀπισθοτονικοῖς πάθεσι σὺν κηρωτῇ καὶ στρέμμασι· μείγνυται καὶ ἄρτῳ ὠφελίμως ἐπὶ τῶν τὴν γλῶτταν παραλελυμένων. ἔνιοι δὲ καίουσι τὰ προειρημένα ἐπ᾽ ἄνθρακας πεπυρωμένους ἀπερεισάμενοι, προυποκειμένου καινοῦ ὀστράκου, ἕως ἂν ἐκπυρωθῇ.