Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
sauce colorado | itéa ἰτέα |
Salix purpurea L. |
1.104 |
ρδ (104)
περὶ ἰτέας· ἰτέα δένδρον ἐστὶ [πᾶσι]
γνώριμον, οὗ ὁ καρπὸς καὶ τὰ φύλλα καὶ ὁ φλοιὸς καὶ ὁ χυλὸς στυπτικὴν ἔχει δύναμιν. ἁρμόζει δὲ
τὰ φύλλα λεῖα μετ᾽ ὀλίγου πεπέρεως καὶ οἴνου ποθέντα εἰλεώδεσι, [καὶ] καθ᾽ ἑαυτὰ <δὲ> σὺν ὕδατι λη-
<μ>φθέντα ἀσυλλη<μ>ψίαν κατεργάζεται. ὁ δὲ καρπὸς ποθεὶς αἱμοπτοικοὺς [1] ὠφελεῖ. καὶ ὁ φλοιὸς δὲ
τὰ αὐτὰ δρᾷ, καεὶς δὲ καὶ φυραθεὶς ὄξει τύλους καὶ ἥλους αἴρει καταπλασθείς. ὁ δὲ ἐκ τῶν
φύλλων καὶ τοῦ φλοιοῦ χυλὸς ἐν κελύφῳ [2] ῥόας θερμανθεὶς μετὰ ῥοδίνου ὠταλγίαις ἀρήγει· καὶ τὸ ἀ-
φέψημα δὲ αὐτῶν κατάντλημα ποδάγρας ἄριστον, σμήχει δὲ καὶ πίτυρα. λαμβάνεται δὲ
καὶ ὀπὸς ἐξ αὐτῆς ἐντεμνομένου τοῦ φλοιοῦ κατὰ τὴν ἄνθησιν·ἔσω γὰρ εὑρίσκεται συνεστώς.
δύναμιν δὲ ἔχει σμηκτικὴν τῶν ἐπισκοτούντων ταῖς κόραις.