Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
lana pringosa | éria rhypará ἕρια ῥυπαρά |
- | 2.73 |
σβ (202)
περὶ ἐρίων· ἔρια ῥυπαρὰ [1] ἄριστα τὰ ἁπαλὰ καὶ τὰ ἀπὸ τοῦ τρα-
χήλου καὶ τῶν μηρῶν, ἁρμόζοντα ἐν ἀρχῇ πρὸς τραύματα, θλάσματα, ἀποσύρματα, πελιώ-
ματα, ὀστῶν κατάγματα βρεχόμενα ὄξει καὶ ἐλαίῳ ἢ οἴνῳ· δεκτικὰ γάρ ἐστι τῶν ἐμβρεγ-
μάτων καὶ μαλακτικὰ διὰ τὸν οἴσυπον· ποιεῖ καὶ πρὸς κεφαλαλγίαν καὶ στομάχου πόνους καὶ
παντὸς ἄλλου τόπου σὺν ὄξει καὶ ῥοδίνῳ [ἐπιτιθέμενον].