Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
kŷphi gr. | kŷphi κῦφι |
- | 1.25 |
fol. fol.
κε (25)
περὶ κύφεως·
<κ>ῦφι θυμιάματός ἐστι σκευασία κεχαρισμένη θεοῖς· χρῶνται δὲ αὐτῷ κατακόρως
οἱ ἐν αἰγύπτῳ ἱερεῖς. μίγνυται δὲ καὶ ἀντιδότοις, καὶ ἀσθματικοῖς δίδοται ἐν ποτήμασι.
σκευασίαι δὲ αὐτοῦ ἐμφέρονται πλείονες, ἐν αἷς ἐστι καὶ αὕτη· κυπέρου ἡμίξεστον,
ἀρκευθίδος ἁδρᾶς τὸ αὐτό, σταφίδος λιπαρᾶς ἐκ<γε>γιγαρτισμένης μνᾶς ιβ', ῥητί-
νης ἀποκεκαθαρμένης μνᾶς ε', καλάμου ἀρωματίτου, ἀσπαλάθου, σχ<ο>ίνου, ἑκά-
στου μνᾶν μίαν, σμύρνης < ιβ', οἴνου παλαιοῦ ξ<έστ>ας θ', μέλιτος μνᾶς β'. ἐκγιγαρ-
τίσας τὴν σταφίδα κόψον καὶ λέανον μετ' οἴνου [1] καὶ τῆς σμύρνης καὶ τὰ ἄλλα κόψας καὶ
fol. fol.
[καὶ] σήσας μ<ε>ῖξον τούτοις ἔασόν τε συμπιεῖν ἡμέραν μίαν· εἶτα ἑψήσας τὸ μέλι
ἄχρι κολλώδους συστάσεως μ<ε>ῖξον ἐπιμελῶς τὴν ῥητίνην τετηκυῖαν, εἶτα τὰ
λοιπὰ συνανατρίψας ἐπιμελῶς ἀποτίθεσο εἰς ἀγγεῖον ὀστράκινον.