Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
nafta | náphtha νάφθα |
- | 1.73.2 |
[1] καλεῖται δέ τις καὶ νάφθα, ὅπερ ἐστὶ τῆς βαβυλωνίου ἀσφάλτου περιήθημα, τῷ χρώματι
λευκόν, εὑρίσκεται δὲ καὶ μέλαν. δύναμιν ἔχον [2] ἁρπακτικὴν [τοῦ] πυρὸς ὥστε καὶ
ἐκ διαστήματος ἁρπάζειν τοῦτο, ὅπερ πρὸς ὑποχύσεις ἁρμόζει [3] καὶ λευκώματα. δύναμιν δὲ
ἔχει πᾶσα ἄσφαλτος ἀφλέγμαντον, κολλητικήν, διαφορητικήν, μαλακτικήν, ποιοῦσα
πρὸς πνίγας ὑστερικὰς καὶ προπτώσεις προστιθεμένη καὶ ὀσφραινομένη καὶ ὑπο-
θυμιωμένη· ἐλέγχει δὲ καὶ ἐπιλημπτικοὺς ὑποθυμιαθεῖσα καθάπερ καὶ ὁ γαγάτις [4]
λίθος. {3} πινομένη δὲ μετ᾽ οἴνου καὶ καστορίου ἔμμηνα κινεῖ καὶ βηξὶ χρονίαις καὶ ἀσ-
θματικοῖς καὶ δυσπνοίαις βοηθεῖ καὶ ἑρπετῶν δήγμασι καὶ ἰσχίων πόνοις καὶ
πλευρᾶς. δίδοται δὲ καὶ κοιλιακοῖς καταπότιον, καὶ θρόμβους αἵματος διαλύει σὺν
ὄξει ποθεῖσα, ἐγκλύζεταί καὶ [5] ἐπὶ δυσεντερικῶν σὺν πτισάνῃ τακεῖσα, καὶ κατάρρους
ὑποθυμιωμένη θεραπεύει, καὶ ὀδόντων ἀλγήματα περιπλασθεῖσα πραύνει· ἀνα-
κολλᾷ δὲ καὶ τρίχας ἡ ξηρὰ διὰ μηλωτίδος θερμανθεῖσα, ἀρήγει δὲ καὶ ποδαγρικοῖς
καὶ ἀρθρητικοῖς [6] [καὶ ληθαργικοῖς] σὺν ὠμῇ λύσει καὶ κηρῷ καὶ νίτρῳ καταπλασθεῖσα.
ἡ δὲ πιττάσφαλτος δύναται ὅσα πίσσα καὶ ἄσφαλτος μιγέντα.