Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
nardo | nárdos νάρδος |
Patrinia scabiosifolia Fisch |
1.7 |
fol. fol.
ζ (7)
περὶ νάρδου· νάρδου ἐστὶ δύο γένη· ἡ μὲν γάρ τις καλεῖται Ἰνδι-
κὴ ἡ δὲ Συριακή, οὐχ ὅτι ἐν Συρίᾳ εὑρίσκεται, ἀλλ᾽ ὅτι τοῦ ὄρους ἐν ᾧ γεννᾶται
τὸ μὲν πρὸς Συρίαν τέτραπται τὸ δὲ πρὸς Ἰνδούς. καὶ τῆς λεγομένης συριακῆς
ἐστι βελτίων ἡ πρόσφατος καὶ κούφη, πολύκομος, ξανθὴ τὴν χρόαν, εὐώδης
ἄγαν καὶ μετὰ τοῦ κυπερίζειν ἐν τῇ ὀσμῇ μικρὸν ἔχουσα τὸν στάχυν, πικρὰ τὴν γεῦσιν καὶ
<τῆς> γλώττης ἀναξηραντικὴ ἐπιμένουσά τε τῇ {2} εὐωδίᾳ ἐφ᾽ ἱκανόν. τῆς δὲ ἰνδικῆς ἡ μέν τις
λέγεται γαγγῖτις ἀπό τινος ποταμοῦ παραρρέοντος τοῦ ὄρους, γάγγου καλουμένου, παρ᾽ ᾧ
φύεται, ἀσθενεστέρα κατὰ δύναμιν οὖσα διὰ τὸ ἐφ᾽ ὑδατωδῶν τόπων εἶναι καὶ ἐπι-
μηκεστέρα, πλείους τε ἔχουσα <τοὺς στάχυας> ἀπὸ τῆς αὐτῆς ῥίζης καὶ πολυκόμους καὶ
περιπεπλεγμένους, βρωμώδεις κατὰ τὴν ὀσμήν. ἡ δὲ ὀρεινοτέρα εὐωδεστέρα, κολο-
βόσταχυς, κυπερίζουσα κατὰ τὴν εὐωδίαν ἔχουσά τε καὶ τὰ ἄλλα ἐν αὑτῇ, ὅσαπερ
καὶ ἡ Συριακὴ λεγομένη. καλεῖται δέ τις καὶ σαμφαριτικὴ σφόδρα κολοβὴ ἀπὸ χω-
ρίων ὠνομασμένη, μεγαλόσταχυς, λευκότερον [1], καυλὸν ἔσθ᾽ ὅτε μέσον {3} ἔχουσα, ὑπερ-
τραγίζοντα τῇ ὀσμῇ, ἣν δεῖ ἀπεκλέγεσθαι. πιπράσκεται δὲ καὶ ἀποβεβρεγμένη,
ὅπερ γινώσκεται ἐκ τοῦ λευκὸν εἶναι τὸν στάχυν καὶ αὐχμηρὸν καὶ μὴ ἔχειν τὸν χνοῦν. δολί-
ζουσι δὲ αὐτὴν ἐμφυσῶντες <τούτου> στίμμι [2] μεθ᾽ ὕδατος ἢ οἴνου φοινικίτου πρὸς τὸ συμπιλοῦ-
σθαι αὐτὴν καὶ βαρυτέραν γίνεσθαι. ἐπὶ δὲ τῆς χροίας [3] ἀφαιρεῖν δεῖ, εἰ προσήει [4] ταῖς ῥίζαις
πηλός, καὶ σήθειν χωρίζοντα<ς> τὸν κονιορτὸν εὐχρηστοῦντα εἰς χειρόνιπτρον. δύναμιν δὲ
ἔχουσι θερμαντικήν, ξηραντικήν, οὐρητικήν, ὅθεν κοιλίαν τε ἱστᾶσι πινόμεναι
καὶ τὰς ἐκ μήτρας ῥήσεις [5] προστιθέμεναι καὶ ἰχῶρας στέλλουσι. {4} βοηθοῦσι δὲ καὶ ναυτί-
αις σὺν ψυχρῷ ὕδατι πινόμεναι καὶ καρδιωγμοῖς καὶ ἐμπνευματουμένοις [6] ἡπατι-
κοῖς τε καὶ ἰκτερικοῖς καὶ νεφριτικοῖς. ἐναφεψηθεῖσαι δὲ ὕδατι καὶ πυριαθεῖσαι εἰς ἐγκάθισμα φλεγ-
μονὰς μήτρας ἰῶνται· ποιοῦσι καὶ πρὸς τὰς ἐν ὀφθαλμοῖς μυδήσεις τῶν βλεφάρων,
fol. fol.
στύφουσαι καὶ δασύνουσαι τὰς βλεφαρίδας, καθύγροις τε σώμασι διάπασμα· μ<ε>ίγνυνται δὲ
καὶ ἀντιδότοις. ἀποτίθε<ν>ται δὲ εἰς τὰ ὀφθαλμικὰ ἐν ἀγγείῳ καινῷ ἀκωνίτῳ λειο-
τριβηθεῖσαι σὺν οἴνῳ καὶ ἀναπλασθεῖσαι.