Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
racimo de uva | staphylē σταφυλή |
Vitis vinifera L. |
5.3 |
χξθ (669)
Texto provisional
σταφυλή· ἡ μὲν πρόσφατος πᾶσα ἐκταράσσει τὴν κοιλίαν καὶ ἐμπευματοῖ <τὸν> στόμαχον, ἡ δ᾽ ἐπὶ χρόνον τινὰ κρεμασθεῖσα ἐπ᾽ ὀλίγον μετέχει τούτων διὰ τὸ πολὺ τῆς ἰκμάδος ἀνεξηράνθαι, εὐστόμαχός τέ ἐστι καὶ ὀρέξεως ἀνακλητικὴ καὶ ἐπιτήδειος πρὸς τοὺς ἀσθενοῦντας. αἱ δ᾽ ἐκ τῶν στεμφύλων καὶ τῶν βίκων εὔστομοι, εὐστόμαχοι, κοιλίας ἐφεκτικαί, κύστεως δὲ καὶ κεφαλῆς ἅπτονται· ἁρμόζουσι δὲ καὶ ἐπὶ αἱμοπτοικῶν. ὅμοιαι δέ εἰσι καὶ αἱ εἰς τὸ γλεῦκος ἐμβαλλόμεναι, αἱ δ᾽ ἐκ τοῦ ἑψήματος καὶ γλυκέος κακοστομαχώτεραι. {2} συντίθενται δὲ καὶ μετ᾽ ὀμβρίου ὕδατος προσταφιδωθεῖσαι· γίνονται δὲ αἱ τοιαῦται ἐπ᾽ ὀλίγον οἰνώδεις, ἄδιψοι δὲ καὶ καυσώδεσι πυρετοῖς χρονίοις χρήσιμοι. τὸ δὲ στέμφυλον αὐτῶν ἀποτεθὲν καταπλάττεται μεθ᾽ ἁλῶν <λεῖον> πρὸς φλεγμονὰς καὶ σκληρίαν καὶ σπάργησιν μαστῶν. τὸ δὲ ἀφέψημα τῶν στεμφύλων δυσεντερικοὺς καὶ κοιλιακοὺς καὶ ῥοικὰς ὠφελεῖ ἐνιέμενον, καὶ εἰς ἐγκαθίσματα καὶ προσκλύσματα λαμβάνεται. τὰ δὲ ἐξ αὐτῶν γίγαρτα στυπτικά, εὐστόμαχα, φρυγέντα δὲ καὶ ἀντὶ ἀλφίτου ἐπιπασσόμενα λεῖα ἁρμόζει δυσεντερικοῖς καὶ κοιλιακοῖς καὶ τοῖς τὸν στόμαχον ἀναλελυμένοις.