Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
azota cristos | atraktylís ἀτρακτυλίς |
Carthamus lanatus L. |
3.93 |
fol. fol.
υθ (409)
Texto provisional
<περὶ ἀτρακτυλίδος·> ἀτρακτυλίς· [οἱ δὲ ἄμυρον, οἱ δὲ κνῆκος
fol. fol.
ἀγρία, οἱ δὲ ἀσπίδιον, προφῆται ἄφεδρος, Αἰγύπτιοι χινώ, Ῥωμαῖοι πρεσήπιουμ, οἱ δὲ φούσους ἀγρέστις, οἱ δὲ κουνούκλα ῥούστικα.] οἱ δὲ κνῆκον ἄγριον καλοῦσιν. ἄκανθά ἐστιν ἐοικυῖα κνήκῳ, μικρότερα δὲ πολλῷ φύλλα ἔχουσα ἐπ᾽ ἄκρῳ τῷ ῥαβδίῳ· τὸ δὲ πλεῖον γυμνόν, ᾧ καὶ αἱ γυναῖκες χρῶνται ἀντὶ ἀτράκτου· ἔχει δὲ καὶ κόμην ἐπ᾽ ἄκρου ἀκανθώδη, ἄνθος ὠχρόν· ῥίζα δὲ λεπτή, ἄχρηστος. ταύτης τὰ φύλλα καὶ ἡ κόμη καὶ ὁ καρπὸς λεῖα ποθέντα σὺν πεπέρει καὶ οἴνῳ σκορπιοπλήκτους ὠφελεῖ. ἱστοροῦσι δὲ ἔνιοι τοὺς πληχθέντας, ἄχρι μὲν ἂν κρατῶσι τὴν πόαν, ἀνωδύνους μένειν, ἀποτιθεμένους δὲ ἀλγεῖν.