Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
carmelitilla | ōkimoeidés ὠκιμοειδές |
Silene gallica L. |
4.28 |
fol. fol.
φ (500)
Texto provisional
<περὶ ὠκιμοιδοῦς·> ὠκιμοειδές· οἱ δὲ
καὶ ταύτην ἔχιον καλοῦσιν [οἱ δὲ σκορπίουρον, οἱ δὲ σπαργάνιον, οἱ δὲ ἀλθαία, οἱ δὲ ἀμαραν-
θίς, οἱ δὲ προβαταία, οἱ δὲ ἐλάφειον, οἱ δὲ ἀντίμιμον, οἱ δὲ πορφυρίδα, οἱ δὲ
αὔγειον, οἱ δὲ νεμέσιον,] οἱ δὲ Φιλεταίριον, [οἱ δὲ ὑαινοψώνιον, οἱ δὲ θυρσῖτιν, οἱ δὲ
θερμοῦθιν, οἱ δὲ μισοπαθές, Ῥωμαῖοι ὠκιμάστρουμ]. φύλλα μὲν ἔχει ὠκίμῳ ὅμοια,
κλῶνας δὲ σπιθαμιαίους, δασεῖς, λοβοὺς δὲ παραπλησίους ὑοσκυάμῳ, πλήρεις σπέρματος
fol. fol.
μέλανος, ἐοικότος μελανθίῳ. δύναμιν δὲ ἔχει τὸ σπέρμα πινόμενον ἐν οἴνῳ ἐχιοδήκτους καὶ τὰ ἄλλα τῶν ἑρπετῶν δήγματα θεραπεύειν· δίδοται δὲ καὶ ἰσχιαδικοῖς μετὰ σμύρνης καὶ πεπέρεως. ῥίζα δ᾽ ὕπεστι λεπτή, ἄχρηστος.