Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
alquequenje | strýkhnon halikákkabon στρύχνον ἁλικάκκαβον |
Physalis alkekengi L. |
4.71 |
φμγ (543)
Texto provisional
στρύχνον ἁλικάκκαβον [οἱ δὲ φυσαλλίς], φύλλοις ὅμοιον τῷ προειρημένῳ, πλατύτερον μέντοι· οἱ καυλοὶ δὲ αὐτοῦ μετὰ τὸ αὐξηθῆναι χαμαικλινεῖς γίνονται. καρπὸν δ᾽ ἔχει ἐν θυλακίοις περιφερέσιν, ὁμοίοις φύσαις, πυρρόν, περιφερῆ, λεῖον, ὡς ῥᾶγα σταφυλῆς, ᾧ καὶ οἱ στεφανοπλόκοι χρῶνται καταπλέκοντες τοῖς στεφάνοις. δύναμιν δὲ ἔχει καὶ χρῆσιν τὴν αὐτὴν τῷ προειρημένῳ κηπευτῷ στρύχνῳ χωρὶς τοῦ βιβρώσκεσθαι. δύναται δὲ ὁ καρπὸς τούτου πινόμενος ἴκτερον ἀποκαθαίρειν οὐρητικὸς ὤν· καὶ χυλίζεται δὲ ἀμφοτέρων ἡ πόα καὶ ξηραίνεται ἐν σκιᾷ εἰς ἀπόθεσιν· ποιεῖ δὲ πρὸς τὰ αὐτά.