Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
aceite perfumado de narciso | narkissínou skeuasía ναρκισσίνου σκευασία |
Narcissus poeticus L. |
1.53 |
νγ (53)
ναρκισσίνου σκευασία
[ἔλαιον] ναρκίσσινον <δὲ> στύφεται [1] οὕτω[ς]· ἐλαίου πεπλυμένου [2] οὐγγ<ίας> ε', ἀσπαλάθου λίτρ<ας>
Ϛ' οὐγγ<ίας> β' κόψας καὶ βρέξας ὕδατι, τῷ τρίτῳ τοῦ ἐλαίου μείξας ἕψε[ι], εἶτα ἐξελὼν
τὸν ἀσπάλαθον <καὶ> καλάμου [βάλε] λίτρ<ας> ε' οὐγγ<ίας> η' καὶ σμύρνης χόνδρον κόψας καὶ σήσας φύ-
ρα[σον] οἴνῳ παλαιῷ εὐώδει καὶ μείξας ἕψε. ὅταν δὲ καὶ μετὰ τούτων ἀναζέσῃ, ἐξε-
λὼν ἀπήθει τὸ ἔλαιον ψυγέν, εἶτα λαβὼν ἐκ τοῦ ἐλαίου εἰς λουτῆρα ἀπόχει καὶ τοῦ
ναρκίσσου ὡς ὅτι πλεῖστον ἔμβαλε τὸ ἄνθος, ἐπὶ ἡμέρας β' κινῶν ὡς ἐπὶ τοῦ σουσίνου,
ἐξίπου δὲ [3] καὶ μετάγγιζε πυκνῶς· καὶ γὰρ τοῦτο σήπεται. ποιεῖ δὲ πρὸς τὰ ἐν ὑστέρᾳ,
μαλάσσον τὰς περὶ αὐτὴν σκληρίας καὶ μύσεις. ἔστι δὲ κεφαλαλγές.