Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
lirio hediondo | xyrís ξυρίς |
Iris sp. |
4.22 |
υϟε (495)
Texto provisional
ξυρίς· οἱ δὲ ξιρίδα, οἱ δὲ ἶριν ἀγρίαν, [οἱ δὲ κακός] Ῥωμαῖοι δὲ γλαδίολον, [οἱ δὲ ἶριν ἀγρίαν] καλοῦσι. τὸ μὲν φύλλον ἔχει ἴριδι ὅμοιον, πλατύτερον δὲ καὶ ἐξ ἄκρου ὀξύ, καυλὸν δὲ ἐκ μέσων τῶν φύλλων πηχυαῖον, ἱκανῶς παχύν, ἐφ᾽ οὗ λοβοὶ τρίγωνοι, καὶ ἐπ᾽ αὐτῶν ἄνθος πορφυροῦν, τὸ δ᾽ ἐν μέσῳ φοινικοῦν· καρπὸς δὲ ἐν θυλακίοις σικύοις ὁμοίοις στρογγύλος, μέλας, δριμύς, ῥίζα δὲ πολυγόνα- τος, μακρά, πυρρά, ποιοῦσα πρὸς τὰ ἐν κεφαλῇ τραύματα καὶ κατάγματα. {2} ἀνάγει δὲ καὶ ὀστᾶ καὶ σκόλοπας καὶ πᾶν βέλος ἐπισπᾶται μετὰ ἀπονίας, μιγέντος αὐτῇ χαλκοῦ ἄνθους μέρους τρίτου καὶ κενταυρείου ῥίζης μέρους πέμπτου καὶ μέλιτος <τοῦ αὐτάρκους>· θεραπεύει δὲ καὶ οἰδήματα καὶ φλεγμονὰς καταπλασσομένη μετ᾽ ὄξους. πίνεται δὲ καὶ πρὸς σπάσματα, ῥήγματα, ἰσχιάδας, στραγγουρίας, διαρροίας ἡ ῥίζα μετὰ γλυκέος τεθαλασσωμένου. ὁ δὲ καρπὸς οὐρητικώτατος ὅσον τριώβολον ποθεὶς σὺν οἴνῳ, τήκει δὲ καὶ σπλῆνα σὺν ὄξει ποθείς.